Τόξαρις καὶ νῦν, ἔφη, ὦ Ἀδύρμαχε, ἐλαύνειν τε τς N (Bekker): not in other MSS: ἕτοιμος ἅμα σοι ἐπὶ τὸν Βόσπορον, ἢν ἐθέλῃς, μένειν τε, εἰ δέοι, καὶ τὴν παῖδα ἄγειν. τοῦτο, ἔφη, καὶ μᾶλλον, ὁ Ἀδύρμαχος, ἐθελήσαιμʼ ἄν, ἀφʼ αἵματος ὄντα σε Μαζαίαν ἄγειν. ἢν μὲν γὰρ ἅμα ἡμῖν ἴῃς ἐπὶ Βόσπορον, ἱππεῖ ἑνὶ πλείους ἂν γενοίμεθα· εἰ δέ μοι τὴν γυναῖκα ἄγοις, ἀντὶ πολλῶν ἂν γένοιο. Ταῦτα ἐγίνετο καὶ ὁ μὲν ἀπήλαυνε παραδοὺς τῷ Μακέντῃ ἄγειν τὴν Μαζαίαν παρθένον ἔτι οὖσαν. ὁ δὲ ἡμέρας μὲν ἐπὶ τῆς ἁμάξης ἦγεν αὐτήν, ἐπεὶ δὲ νὺξ κατέλαβεν, ἀναθέμενος ἐπὶ τὸν ἵππον — ἐτεθεραπεύκει δὲ ἕνα σφίσιν ἄλλον ἱππέα ἕπεσθαι — ἀναπηδήσας καὶ αὐτὸς οὐκέτι παρὰ τὴν Μαιῶτιν ἤλαυνεν, ἀλλʼ ἀποτραπόμενος εἰς τὴν μεσόγειαν ἐν δεξιᾷ λαβὼν τὰ Μιτραίων ὄρη, διαναπαύων μεταξὺ τὴν παῖδα, τριταῖος ἐτέλεσεν ἐκ Μαχλύων ἐς Σκύθας. καὶ ὁ μὲν ἵππος αὐτῷ, ἐπειδὴ ἐπαύσατο τοῦ δρόμου, μικρὸν ἐπιστὰς ἀποθνήσκει, Τόξαρις ὁ δὲ Μακέντης ἐγχειρίσας τὴν Μαζαίαν τῷ Ἀρσακόμᾳ, δέδεξο εἶπεν, καὶ παρʼ ἐμοῦ τὴν ὑπόσχεσιν. Τοῦ δὲ πρὸς τὸ ἀνέλπιστον τοῦ θεάματος καταπλαγέντος καὶ χάριν ὁμολογοῦντος, παῦε, ἔφη ὁ Μακέντης, ἄλλον με ποιῶν σεαυτοῦ· τὸ γὰρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφʼ οἷς ἔπραξα τούτοις τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰ εἰ Guyet: not in MSS. ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνως ἐπεμελήθη καμνούσης. γελοῖα τοίνυν καὶ ἡμεῖς ἂν ποιοῖμεν εἰ πάλαι ἀναμιχθέντες καὶ ὡς οἷόν τε ἦν εἰς ἕνα συνελθόντες ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τὸ μέρος ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματος· ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέρος ὂν τοῦ ὅλου εὖ πάσχοντος. Οὕτως μὲν ὁ Μακέντης ἔφη τῷ Ἀρσακόμᾳ χάριν ὁμολογήσαντι. Τόξαρις ὁ δὲ Ἀδύρμαχος ὡς ἤκουσε τὴν ἐπιβουλήν, εἰς μὲν τὸν Βόσπορον οὐκέτι ἦλθεν — ἤδη γὰρ Εὐβίοτος ἦρχεν, ἐπικληθεὶς ἐκ Σαυροματῶν, παρʼ οἷς διέτριβεν — εἰς δὲ τὴν αὑτοῦ ἐπανελθὼν καὶ στρατιὰν πολλὴν συναγαγὼν διὰ τῆς ὀρεινῆς εἰσέβαλεν εἰς τὴν Σκυθίαν· καὶ ὁ Εὐβίοτος οὐ μετὰ πολὺ καὶ οὗτος εἰσέπεσεν ἄγων πανδημεὶ μὲν τοὺς Ἕλληνας, Ἀλανοὺς δὲ καὶ Σαυρομάτας ἐπικλήτους ἑκατέρους δισμυρίους. ἀναμίξαντες δὲ τὰ στρατεύματα ὁ Εὐβίοτος καὶ ὁ Ἀδύρμαχος, ἐννέα μυριάδες ἅπαντες ἐγένοντο καὶ τούτων τὸ τρίτον ἱπποτοξόται. ἡμεῖς δὲ — καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν — οὐ πολλῷ ἔλαττον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀθροισθέντες ὑπεμένομεν τὴν ἔφοδον· ἐστρατήγει δὲ ὁ Ἀρσακόμας. καὶ ἐπειδὴ προσιόντας εἴδομεν αὐτούς, ἀντεπήγομεν, προεπαφέντες τὸ ἱππικόν. γενομένης δὲ ἐπὶ πολὺ μάχης καρτερᾶς ἐνεδίδου ἤδη τὰ ἡμέτερα καὶ παρερρήγνυτο ἡ φάλαγξ, καὶ τέλος εἰς δύο διεκόπη τὸ Σκυθικὸν ἅπαν, καὶ τὸ μὲν ὑπέφευγεν, οὐ πάνυ σαφῶς ἡττημένον, ἀλλʼ ἀναχώρησις ἐδόκει ἡ φυγή· οὐδὲ γὰρ οἱ Ἀλανοὶ ἐτόλμων ἐπὶ πολὺ διώκειν. τὸ δὲ ἥμισυ, ὅπερ καὶ ἔλαττον, περισχόντες οἱ Ἀλανοὶ καὶ Μάχλυες ἔκοπτον πανταχόθεν ἀφθόνως ἀφιέντες τῶν ὀϊστῶν καὶ ἀκοντίων, ὥστε πάνυ ἐπονοῦντο ἡμῶν οἱ περιεσχημένοι, καὶ ἤδη προΐεντο οἱ πολλοὶ τὰ ὅπλα.