<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="46"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge"> ὁ δὲ Ἀρσακόμας ἐπανελθὼν οἴκαδε μηνύει τοῖς φίλοις ὡς ἀτιμασθείη ὑπὸ τοῦ βασιλέως καὶ γελασθείη ἐν τῷ συμποσίῳ, πένης εἶναι δόξας. <q> καίτοι,</q> ἔφη, <q> ἐγὼ διηγησάμην αὐτῷ τὸν πλοῦτον ὁπόσος ἐστίν μοι, ὑμᾶς, ὦ Λογχάτα καὶ Μακέντα, καὶ τὴν εὔνοιαν τὴν ὑμετέραν, πολὺ ἀμείνω καὶ βεβαιοτέραν τῆς Βοσπορανῶν δυνάμεως. ἀλλʼ ἐμοῦ ταῦτα διεξιόντος ἡμᾶς μὲν ἐχλεύαζεν καὶ κατεφρόνει, Ἀδυρμάχῳ δὲ τῷ Μάχλυϊ παρέδωκεν ἀπάγειν τὴν νύμφην, ὅτι χρυσᾶς τε<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.2">τε Fritzsche: γε MSS.</note> φιάλας ἐλέγετο ἔχειν δέκα καὶ ἁμάξας τετρακλίνους ὀγδοήκοντα καὶ πρόβατα καὶ βοῦς πολλούς. οὕτως ἄρα προετίμησεν ἀνδρῶν ἀγαθῶν βοσκήματα πολλὰ καὶ ἐκπώματα περίεργα καὶ ἁμάξας βαρείας.</q></p><p rend="align(indent)"><q rend="merge">ἐγὼ δέ, ὦ φίλοι, διʼ ἀμφότερα ἀνιῶμαι· καὶ γὰρ ἐρῶ τῆς Μαζαίας, καὶ ἡ ὕβρις ἐν τοσούτοις ἀνθρώποις οὐ μετρίως μου καθίκετο. οἶμαι δὲ καὶ ὑμᾶς ἐπʼ ἴσης ἠδικῆσθαι· τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.3">ἡμῶν ΝΒ: ὑμῶν ΓΑ.</note> τῆς ἀτιμίας, εἴ γε οὕτω βιοῦμεν ὡς ἀφʼ οὗ συνεληλύθαμεν εἷς ἄνθρωπος ὄντες καὶ τὰ αὐτὰ ἀνιώμενοι καὶ τὰ αὐτὰ χαίροντες.</q><q>οὐ μόνον,</q> ἐπεῖπεν ὁ Λογχάτης, <q> ἀλλὰ ἕκαστος ἡμῶν ὅλος ὕβρισται, ὁπότε σὺ τοιαῦτα ἔπαθες.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="47"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge"><q>πῶς οὖν,</q> ὁ Μακέντης ἔφη, <q> χρησόμεθα τοῖς παροῦσι; ʼ</q> <q>διελώμεθα,</q> ἔφη ὁ Λογχάτης, <pb n="v.5.p.178"/> <q>τὸ ἔργον· καὶ ἐγὼ μὲν ὑπισχνοῦμαι Ἀρσακόμᾳ τὴν κεφαλὴν κομιεῖν τὴν<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.1">τὴν ΓNBQ: τοῦ (C)A.</note> Λευκάνορος, σὲ δὲ χρὴ τὴν νύμφην ἐπανάγειν αὐτῷ.</q> <q>οὕτω<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.2">οὕτω NB: not in ΓM(C)A.</note> γινέσθω,</q> ἔφη· <q>σὺ δέ, ὦ Ἀρσακόμα, ἐν τοσούτῳ — εἰκὸς γὰρ καὶ στρατιᾶς καὶ πολέμου τὸ μετὰ τοῦτο δεήσειν — ἡμᾶς αὐτοῦ περιμένων συνάγειρε καὶ παρασκεύαζε ὅπλα καὶ ἵππους καὶ τὴν ἄλλην δύναμιν ὡς πλείστην. ῥᾷστα δʼ ἂν πολλοὺς προσαγάγοις αὐτός τε ἀγαθὸς ὢν καὶ ἡμῖν οὐκ ὀλίγων ὄντων οἰκείων, μάλιστα δὲ εἰ καθέζοιο ἐπὶ τῆς βύρσης τοῦ βοός.</q> ἔδοξε ταῦτα, καὶ ὁ μὲν ἐχώρει ὡς εἶχεν εὐθὺς ἐπὶ τοῦ Βοσπόρου, ὁ Λογχάτης, ὁ Μακέντης δὲ ἐπὶ τοὺς Μάχλυας, ἱππότης ἑκάτερος, ὁ δὲ Ἀρσακόμας οἴκοι μένων τοῖς τε ἡλικιώταις διελέγετο καὶ ὥπλιζε δύναμιν παρὰ τῶν οἰκείων, τέλος δὲ καὶ ἐπὶ τῆς βύρσης ἐκαθέζετο.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="48"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τὸ δὲ ἔθος ἡμῖν τὸ περὶ τὴν βύρσαν οὕτως ἔχει· ἐπειδὰν ἀδικηθείς τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, ἴδῃ καθʼ ἑαυτὸν οὐκ ἀξιόμαχος ὤν, βοῦν ἱερεύσας τὰ μὲν κρέα κατακόψας ἥψησεν, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν κάθηται ἐπʼ αὐτῆς, εἰς τοὐπίσω παραγαγὼν<note xml:lang="mul" type="footnote" n="v.5.p.178.n.3">παραγαγὼν NB, Suidas: παράγων ΓΑ. Cf, Nav., 30.</note> τὼ χεῖρε ὥσπερ οἱ ἐκ τῶν ἀγκώνων δεδεμένοι. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ μεγίστη ἱκετηρία. παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας <pb n="v.5.p.180"/> ἢ<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.1">ἢ du Soul: not in MSS.</note> πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. ἀθροίζεται οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.2">οὖν Jacobitz: γοῦν MSS.</note> ἐπὶ τῆς βύρσης πολὺ πλῆθος ἐνίοτε, καὶ τὸ τοιοῦτο σύνταγμα βεβαιότατόν τέ ἐστι συμμεῖναι καὶ ἀπρόσμαχον τοῖς ἐχθροῖς ἅτε καὶ ἔνορκον ὄν· τὸ γὰρ ἐπιβῆναι τῆς βύρσης ὅρκος ἐστίν.</p><p rend="align(indent)">ὁ μὲν οὖν Ἀρσακόμας ἐν τούτοις ἦν, καὶ ἠθροίσθησαν αὐτῷ ἱππεὶς μὲν ἀμφὶ τοὺς πεντακισχιλίους, ὁπλῖται δὲ καὶ πεζοὶ συναμφότεροι δισμύριοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="49"><sp><speaker>Τόξαρις</speaker><p rend="merge">ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον <corr>προσέρχεται</corr> τῷ βασιλεῖ διοικουμένῳ τι τῆς ἀρχῆς καὶ φησὶν ἥκειν μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν, ἰδίᾳ δὲ αὐτῷ μεγάλα πράγματα κομίζων. τοῦ δὲ λέγειν κελεύσαντος, <q>οἱ μὲν Σκύθαι,</q> φησίν, <q>τὰ κοινὰ ταῦτα καὶ τὰ καθʼ ἡμέραν ἀξιοῦσιν, μὴ ὑπερβαίνειν τοὺς νομέας ὑμῶν ἐς τὸ πεδίον ἀλλὰ μέχρι τοῦ τράχωνος <corr>νέμειν·</corr> τοὺς δὲ λῃστὰς οὓς αἰτιᾶσθε ὡς κατατρέχοντας ὑμῶν τὴν χώραν οὐ φασὶν ἀπὸ κοινῆς γνώμης ἐκπέμπεσθαι, ἀλλὰ ἰδίᾳ ἕκαστον ἐπὶ τῷ κέρδει κλωπεύειν· εἰ δέ τις ἁλίσκοιτο αὐτῶν,<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.3">αὐτὸν B: i.e., αὐτὸν σὲ, and so Bekker and Dindorf.</note> σὲ κύριον εἶναι κολάζειν. ταῦτα μὲν ἐκεῖνοι ἐπεστάλκασιν, </q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="50"><sp><speaker>Τόξαρις</speaker><p rend="merge"><q rend="merge">ἐγὼ δὲ μηνύω<note xml:lang="mul" type="footnote" n="v.5.p.180.n.4">μηνύσω NA.</note> σοι μεγάλην ἔφοδον ἐσομένην ἐφʼ ὑμᾶς ὑπʼ Ἀρσακόμα τοῦ Μαριάντα, <pb n="v.5.p.182"/> ὃς ἐπρέσβευε πρῴην παρὰ σὲ καί, οἶμαι, διότι αἰτήσας τὴν θυγατέρα οὐκ ἔτυχε παρὰ σοῦ, ἀγανακτεῖ καὶ ἐπὶ τῆς βύρσης ἑβδόμην ἡμέραν ἤδη κάθηται καὶ συνῆκται στρατὸς οὐκ ὀλίγος αὐτῷ.</q></p><p rend="align(indent)"><q> ἤκουσα,</q> ἔφη ὁ Λευκάνωρ, <q> καὶ αὐτὸς ἀθροίζεσθαι δύναμιν ἀπὸ βύρσης, ὅτι δʼ ἐφʼ ἡμᾶς συνίσταται καὶ ὅτι Ἀρσακόμας ὁ ἐλαύνων ἐστὶν ἠγνόουν.</q> <q> ἀλλʼ ἐπὶ σέ,</q> ἔφη ὁ Λογχάτης, <q>ἡ παρασκευή. ἐμοὶ δὲ ἐχθρὸς ὁ Ἀρσακόμας ἐστί, καὶ ἄχθεται διότι προτιμῶμαι αὐτοῦ ὑπὸ τῶν γεραιτέρων καὶ ἀμείνων τὰ πάντα δοκῶ εἶναι· εἰ δέ μοι ὑπόσχοιο τὴν ἑτέραν σου θυγατέρα Βαρκέτιν, οὐδὲ<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.1">οὐδὲ Fritzsche: οὔτε MSS.</note> τὰ ἄλλα ἀναξίῳ ὑμῶν ὄντι, οὐκ εἰς μακράν σοι ἥξω τὴν κεφαλὴν αὐτοῦ κομίζων.</q> <q>ὑπισχνοῦμαι,</q> ἔφη ὁ βασιλεύς, μάλα περιδεὴς γενόμενος· ἔγνω γὰρ τὴν αἰτίαν τῆς ὀργῆς τῆς Ἀρσακόμα τὴν ἐπὶ τῷ γάμῳ, καὶ ἄλλως ὑπέπτησσεν ἀεὶ τοὺς Σκύθας.</p><p rend="align(indent)">ὁ δὲ Λογχάτης, <q>ὄμοσον,</q> εἶπεν, <q>ἦ μὴν φυλάξειν τὰς συνθήκας, μηδὲ ἀπαρνήσεσθαι τότε ἤδη, τούτων γενομένων.<note xml:lang="mul" type="footnote" n="v.5.p.182.n.2">γενομένων Punctuation Bekker's and mine: ἀπαρνήσεσθαι. τότε ἤδη τούτων γενομένων καὶ ἐπεὶ vulg. Bekker set the full Stop after γενομένων; have added the comma after ἤδη.</note></q> καὶ ἐπεὶ ἀνατείνας εἰς τὸν οὐρανὸν ἤθελεν ὀμνύειν, <q>μὴ σύ γε ἐνταῦθα,</q> εἶπεν, <q>μὴ καί τις ὑπίδηται τῶν ὁρώντων ἐφʼ ὅτῳ ὁρκωμοτοῦμεν, ἀλλὰ εἰς τὸ ἱερὸν τοῦ Ἄρεως τουτὶ εἰσελθόντες, ἐπικλεισάμενοι τὰς θύρας ὀμνύωμεν, ἀκουσάτω δὲ μηδείς· εἰ γάρ τι <pb n="v.5.p.184"/> τούτων πύθοιτο Ἀρσακόμας, δέδια μὴ προθύσηται με τοῦ πολέμου, χεῖρα οὐ μικρὰν ἤδη περιβεβλημένος.</q> <q> εἰσίωμεν,</q> ἔφη ὁ βασιλεύς, <q> ὑμεῖς δὲ ἀπόστητε ὅτι πορρωτάτω· μηδεὶς δὲ παρέστω ἐς τὸν νεὼν ὅντινα μὴ ἐγὼ καλέσω.</q></p><p rend="align(indent)">Ἐπεὶ δὲ οἱ μὲν εἰσῆλθον, οἱ δορυφόροι δὲ ἀπέστησαν, σπασάμενος τὸν ἀκινάκην, ἐπισχὼν τῇ ἑτέρᾳ τὸ στόμα ὡς μὴ βοήσειε, παίει παρὰ τὸν μαστόν, εἶτα ἀποτεμὼν τὴν κεφαλὴν ὑπὸ τῇ χλαμύδι ἔχων ἐξῄει, μεταξὺ διαλεγόμενος δῆθεν αὐτῷ καὶ διὰ ταχέων ἥξειν λέγων, ὡς δὴ ἐπί τι πεμφθεὶς ὑπʼ ἐκείνου. καὶ οὕτως ἐπὶ τὸν τόπον ἀφικόμενος ἔνθα καταδεδεμένον καταλελοίπει τὸν ἵππον, ἀναβὰς ἀφιππάσατο εἰς τὴν Σκυθίαν. δίωξις δὲ οὐκ ἐγένετο αὐτοῦ, ἐπὶ πολὺ ἀγνοησάντων τὸ γεγονὸς τῶν Βοσπορανῶν, καὶ ὅτε ἔγνωσαν, ὑπὲρ τῆς βασιλείας στασιαζόντων.</p></sp></div></div></body></text></TEI>