<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="41"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντας Σκύθας καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντες ὅτι τὸ <pb n="v.5.p.170"/> μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλʼ ἔτι<note xml:lang="mul" type="footnote" n="v.5.p.170.n.1">ἔτι Paetzolt: ὅτι MSS.</note> ἦν παρʼ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸς τοὺς φίλους πίστις. καὶ τοὺς Σαυρομάτας δὲ τὸ αὐτὸ οὐ μετρίως ἐφόβησε, λογιζομένους πρὸς οἵους ἄνδρας ἐκ παρασκευῆς μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸς ἐπιγενομένης ἀπολιπόντες τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰς ἁμάξας ἐμπρήσαντες ᾤχοντο φεύγοντες. ὁ μέντοι Ἀμιζώκης οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸς ἐπὶ τυφλῷ τῷ Δανδάμιδι, ἀλλὰ τυφλώσας καὶ αὐτὸς ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσης τιμῆς τρεφόμενοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="42"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τί τοιοῦτον, ὦ Μνήσιππε, ὑμεῖς ἔχοιτε ἂν εἰπεῖν, εἰ καὶ ἄλλους σοι δέκα δοίη τις ἐπὶ τοῖς πέντε καταριθμήσασθαι, ἀνωμότους, εἰ βούλει, ὡς καὶ πολλὰ ἐπιψεύδοιο αὐτοῖς; καίτοι ἐγὼ μέν σοι γυμνὸν τὸ ἔργον διηγησάμην· εἰ δὲ σύ τινα τοιοῦτον ἔλεγες, εὖ οἶδα, ὁπόσα ἂν κομψὰ ἐγκατέμιξας τῷ λόγῳ, οἷα ἱκέτευεν ὁ Δάνδαμις καὶ ὡς ἐτυφλοῦτο καὶ ἃ εἶπεν καὶ ὡς ἐπανῆκεν καὶ ὡς ὑπεδέξαντο αὐτὸν ἐπευφημοῦντες οἱ Σκύθαι καὶ ἄλλα ὁποῖα ὑμεῖς μηχανᾶσθαι εἰώθατε πρὸς τὴν ἀκρόασιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="43"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">ἄκουε δʼ οὖν<note xml:lang="mul" type="footnote" n="v.5.p.170.n.2">δ’ οὖν Jacobitz: γοῦν MSS.</note> καὶ ἄλλον ἰσότιμον, Βελίτταν, Ἀμιζώκου τούτου ἀνεψιόν, ὃς ἐπεὶ κατασπασθέντα ἐκ τοῦ ἵππου ὑπὸ λέοντος εἶδε Βάσθην τὸν φίλον (ἅμα δὲ ἔτυχον θηρῶντες) καὶ ἤδη ὁ λέων περιπλακεὶς αὐτῷ ἐνεπεφύκει τῷ λαιμῷ καὶ τοῖς <pb n="v.5.p.172"/> ὄνυξιν ἐσπάρασσε, καταπηδήσας καὶ αὐτὸς ἐπιπίπτει κατόπιν τῷ θηρίῳ καὶ περιέσπα, πρὸς ἑαυτὸν παροξύνων καὶ μετάγων καὶ διὰ τῶν ὀδόντων μεταξὺ διείρων τοὺς δακτύλους καὶ τὸν Βάσθην, ὡς οἷόν τε ἦν, ὑπεξελεῖν πειρώμενος τοῦ δήγματος, ἄχρι δὴ ὁ λέων ἀφεὶς ἐκεῖνον ἡμιθνῆτα ἤδη ἐπὶ τὸν Βελίτταν ἀπεστράφη καὶ συμπλακεὶς ἀπέκτεινε <corr>κἀκεῖνον·</corr> ὁ δὲ ἀποθνήσκων τὸ γοῦν τοσοῦτον ἔφθη πατάξας τῷ ἀκινάκῃ τὸν λέοντα εἰς τὸ στέρνον ὥστε ἅμα πάντες ἀπέθανον, καὶ ἡμεῖς ἐθάψαμεν αὐτοὺς δύο τάφους ἀναχώσαντες πλησίον, ἕνα μὲν τῶν φίλων, ἕνα δὲ καταντικρὺ τοῦ λέοντος.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="44"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">τρίτην δέ σοι διηγήσομαι, ὦ Μνήσιππε, τὴν Μακέντου<note xml:lang="mul" type="footnote" n="v.5.p.172.n.1">Μακέτου N, and so in N throughout.</note> φιλίαν καὶ Λογχάτου καὶ Ἀρσακόμα. ὁ γὰρ Ἀρσακόμας οὗτος ἠράσθη Μαζαίας τῆς Λευκάνορος, τοῦ βασιλεύσαντος ἐν Βοσπόρῳ, ὁπότε ἐπρέσβευεν ὑπὲρ τοῦ δασμοῦ ὃν οἱ Βοσπορανοὶ ἀεὶ φέροντες ἡμῖν τότε ἤδη τρίτον μῆνα ὑπερήμεροι ἐγεγένηντο. ἐν τῷ δείπνῳ οὖν ἰδὼν τὴν Μαζαίαν μεγάλην καὶ καλὴν παρθένον ἤρα καὶ πονηρῶς εἶχε.<note xml:lang="mul" type="footnote" n="v.5.p.172.n.2">πονηρῶς εἶχε K. G. P. Schwartz proposed setting this sentence after the one that here, as in the MSS„ follows it. That would indeed greatly improve the sequence of thought, but is highly unsatisfactory from the palaeographical standpoint. The disturbance is probably a consequence of the abridgement to which Lucian subjected the story.</note> τὰ μὲν οὖν περὶ τῶν φόρων <pb n="v.5.p.174"/> διεπέπρακτο ἤδη, καὶ ἐχρημάτιζεν αὐτῷ ὁ βασιλεὺς καὶ εἱστία, ἤδη αὐτὸν ἀποπέμπων. ἔθος δέ ἐστιν ἐν Βοσπόρῳ τοὺς μνηστῆρας ἐπὶ τῷ δείπνῳ αἰτεῖν τὰς κόρας καὶ λέγειν οἵτινες ὄντες ἀξιοῦσι καταδεχθῆναι ἐπὶ τὸν γάμον, καὶ δὴ καὶ τότε ἔτυχον ἐν τῷ δείπνῳ πολλοὶ μνηστῆρες παρόντες, βασιλεῖς καὶ βασιλέων παῖδες· καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.174.n.1">ὧν καὶ Hartman; perhaps right.</note> Τιγραπάτης ἦν ὁ Λαζῶν δυνάστης καὶ Ἀδύρμαχος ὁ Μαχλυηνῆς ἄρχων καὶ ἄλλοι πολλοί. δεῖ δὲ τῶν μνηστήρων ἕκαστον, προσαγγείλαντα ἑαυτὸν διότι μνηστευσόμενος ἥκει, δειπνεῖν ἐν τοῖς ἄλλοις κατακείμενον ἐφʼ ἡσυχίας· ἐπὰν δὲ παύσωνται δειπνοῦντες, αἰτήσαντα φιάλην ἐπισπεῖσαι κατὰ τῆς τραπέζης καὶ μνηστεύεσθαι τὴν παῖδα πολλὰ ἐπαινοῦντα ἑαυτόν, ὥς τις ἢ γένους ἢ πλούτου ἢ δυνάμεως ἔχει.<note xml:lang="mul" type="footnote" n="v.5.p.174.n.2">ὥς τις . . . ἔχει C: ὅστις . . . ἔχοι ΓNB,</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="45"><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent) ; merge">πολλῶν οὖν κατὰ τόνδε τὸν νόμον σπεισάντων καὶ αἰτησάντων καὶ βασιλείας καὶ πλούτους καταριθμησαμένων τελευταῖος ὁ Ἀρσακόμας αἰτήσας τὴν φιάλην οὐκ ἔσπεισεν, οὐ γὰρ ἔθος ἡμῖν ἐκχεῖν τὸν οἶνον, ἀλλὰ ὕβρις εἶναι δοκεῖ τοῦτο εἰς τὸν <corr>θεόν·</corr> πιὼν δὲ ἀμυστί, <q>δός μοι,</q> εἶπεν, <q>ὦ βασιλεῦ, τὴν θυγατέρα σου Μαζαίαν γυναῖκα ἔχειν πολὺ ἐπιτηδειοτέρῳ τούτων ὄντι ὁπόσα γε ἐπὶ τῷ πλούτῳ καὶ τοῖς κτήμασι.</q> τοῦ δὲ Λευκάνορος θαυμάσαντος — ἠπίστατο γὰρ πένητα τὸν Ἀρσακόμαν καὶ Σκυθῶν τῶν πολλῶν — καὶ ἐρομένου, <q>πόσα δὲ βοσκήματα ἢ πόσας ἁμάξας ἔχεις, ὦ Ἀρσακόμα; ταῦτα γὰρ ὑμεῖς πλουτεῖτε,</q> <q> ἀλλʼ οὐχ ἁμάξας,</q> ἔφη, <q> ἔχω οὐδὲ ἀγέλας, ἀλλʼ εἰσί μοι δύο φίλοι καλοὶ καὶ ἀγαθοὶ οἷοι οὐκ ἄλλῳ Σκυθῶν.</q></p><pb n="v.5.p.176"/><p rend="align(indent)">Τότε μὲν οὖν ἐγελάσθη ἐπὶ τούτοις καὶ παρώφθη καὶ μεθύειν ἔδοξεν, ἕωθεν δὲ προκριθεὶς τῶν ἄλλων Ἀδύρμαχος ἔμελλεν ἀπάξειν τὴν νύμφην παρὰ τὴν Μαιῶτιν ἐς τοὺς Μάχλυας.<note xml:lang="mul" type="footnote" n="v.5.p.176.n.1">τοὺς Μάχλυας Text ΓNBCM1; cf. § 52 fin. The reading ἐς τὴν Μαιῶτιν παμὰ τοὺς Μαχύας bases only on M2.</note></p></sp></div></div></body></text></TEI>