Τόξαρις ὁ δὲ Ἀμιζώκης ἀγόμενος — ἑαλώκει γάρ — ἐβόα τὸν φίλον ὀνομαστί, κακῶς δεδεμένος, καὶ ὑπεμίμνησκεν τῆς κύλικος καὶ τοῦ αἵματος. ὧν ἀκούσας ὁ Δάνδαμις οὐδὲν ἔτι μελλήσας ἁπάντων ὁρώντων διανήχεται εἰς τοὺς πολεμίους· καὶ οἱ μὲν Σαυρομάται διηρμένοι τοὺς ἄκοντας ὥρμησαν ἐπʼ αὐτὸν ὡς κατακεντήσοντες, ὁ δὲ ἐβόα τὸ Ζίριν. τὸ Ζίριν Schmieder; τὸ ζηρίν Ϲ; τὸν ζίριν Γ; τὸν ζῖριν Ν; τὸν ζίρην B. Below (Ζίριν ἥκοντα) the same variations in spelling occur. The corruption of τὸ to τὸν arose from knowing or guessing (from the context below), that Zirin was a Masculine noun. τοῦτο δὲ ἤν τις εἴπῃ, οὐκέτι φονεύεται ὑπʼ αὐτῶν, ἀλλὰ δέχονται αὐτὸν ὡς ἐπὶ λύτροις ἥκοντα. καὶ δὴ ἀναχθεὶς πρὸς τὸν ἄρχοντα αὐτῶν ἀπῄτει τὸν φίλον, ὁ δὲ λύτρα ᾔτει· μὴ γὰρ προήσεσθαι, εἰ μὴ μεγάλα ὑπὲρ αὐτοῦ λάβοι. λάβοι N: λάβῃ ΓΒϹ. ὁ Δάνδαμις δέ, ἃ μὲν εἶχον, φησίν, ἅπαντα διήρπασται ὑφʼ ὑμῶν, εἰ δέ τι δύναμαι γυμνὸς ὑποτελέσαι, ἕτοιμος ὑποστῆναι ὑμῖν, καὶ πρόσταττε ὅ τι ἂν θέλῃς. εἰ βούλει δέ, ἐμὲ ἀντὶ τούτου λαβὼν λαβὼν ΝΒ: not in ΓΜ(Ϲ)Α. κατάχρησαι πρὸς ὅ τι σοι φίλον. ὁ δὲ Σαυρομάτης, οὐδέν, ἔφη, δεῖ ὅλον κατέχεσθαί σε, καὶ ταῦτα Ζίριν ἥκοντα, σὺ δὲ ὧν ἔχεις μέρος καταβαλὼν ἄγου τὸν φίλον. ἤρετο ὁ Δάνδαμις ὅ τι καὶ βούλεται λαβεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ᾔτησεν. ὁ δὲ αὐτίκα παρέσχεν ἐκκόπτειν αὐτούς· κἀπειδὴ ἐξεκέκοπτο καὶ ἤδη τὰ λύτρα εἶχον οἱ Σαυρομάται, παραλαβὼν τὸν Ἀμιζώκην ἐπανῄει ἐπερειδόμενος αὐτῷ, καὶ ἅμα διανηξάμενοι ἀπεσώθησαν πρὸς ἡμᾶς. Τόξαρις τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντας Σκύθας καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντες ὅτι τὸ μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλʼ ἔτι ἔτι Paetzolt: ὅτι MSS. ἦν παρʼ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸς τοὺς φίλους πίστις. καὶ τοὺς Σαυρομάτας δὲ τὸ αὐτὸ οὐ μετρίως ἐφόβησε, λογιζομένους πρὸς οἵους ἄνδρας ἐκ παρασκευῆς μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸς ἐπιγενομένης ἀπολιπόντες τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰς ἁμάξας ἐμπρήσαντες ᾤχοντο φεύγοντες. ὁ μέντοι Ἀμιζώκης οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸς ἐπὶ τυφλῷ τῷ Δανδάμιδι, ἀλλὰ τυφλώσας καὶ αὐτὸς ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσης τιμῆς τρεφόμενοι. Τόξαρις τί τοιοῦτον, ὦ Μνήσιππε, ὑμεῖς ἔχοιτε ἂν εἰπεῖν, εἰ καὶ ἄλλους σοι δέκα δοίη τις ἐπὶ τοῖς πέντε καταριθμήσασθαι, ἀνωμότους, εἰ βούλει, ὡς καὶ πολλὰ ἐπιψεύδοιο αὐτοῖς; καίτοι ἐγὼ μέν σοι γυμνὸν τὸ ἔργον διηγησάμην· εἰ δὲ σύ τινα τοιοῦτον ἔλεγες, εὖ οἶδα, ὁπόσα ἂν κομψὰ ἐγκατέμιξας τῷ λόγῳ, οἷα ἱκέτευεν ὁ Δάνδαμις καὶ ὡς ἐτυφλοῦτο καὶ ἃ εἶπεν καὶ ὡς ἐπανῆκεν καὶ ὡς ὑπεδέξαντο αὐτὸν ἐπευφημοῦντες οἱ Σκύθαι καὶ ἄλλα ὁποῖα ὑμεῖς μηχανᾶσθαι εἰώθατε πρὸς τὴν ἀκρόασιν.