Τόξαρις πρότερον δέ σοι εἰπεῖν βούλομαι ὃν τρόπον ποιούμεθα τοὺς φίλους, οὐκ ἐκ τῶν πότων, ὥσπερ ὑμεῖς, οὐδὲ εἰ συνέφηβός τις ἢ γείτων ἦν, ἀλλʼ ἐπειδάν τινα ἴδωμεν ἀγαθὸν ἄνδρα καὶ μεγάλα ἐργάσασθαι δυνάμενον, ἐπὶ τοῦτον ἅπαντες σπεύδομεν, καὶ ὅπερ ὑμεῖς ἐν τοῖς γάμοις, τοῦτο ἡμεῖς ἐπὶ τῶν φίλων ποιεῖν ἀξιοῦμεν, ἐπὶ πολὺ μνηστευόμενοι καὶ πάντα ὁμοῦ πράττοντες ὡς μὴ διαμαρτάνοιμεν τῆς φιλίας μηδὲ ἀπόβλητοι δόξωμεν εἶναι. κἀπειδὰν προκριθείς τις ἤδη φίλος ᾖ, συνθῆκαι τὸ ἀπὸ τούτου καὶ ὅρκος ὁ μέγιστος, ἦ μὴν καὶ βιώσεσθαι μετʼ ἀλλήλων καὶ ἀποθανεῖσθαι, ἢν δέῃ, ὑπὲρ τοῦ ἑτέρου τὸν ἕτερον· καὶ οὕτω ποιοῦμεν. ἀφʼ οὗ γὰρ ἂν ἂν Struve: not in MSS. ἐντεμόντες ἅπαξ τοὺς δακτύλους ἐνσταλάξωμεν τὸ αἷμα εἰς κύλικα καὶ τὰ ξίφη ἄκρα βάψαντες ἅμα ἀμφότεροι ἐπισχόμενοι πίωμεν, οὐκ ἔστιν ὅ τι τὸ μετὰ τοῦτο ἡμᾶς διαλύσειεν ἄν. ἐφεῖται δὲ τὸ μέγιστον ἄχρι τριῶν ἐς τὰς συνθήκας εἰσιέναι· ὡς ὅστις ἂν πολύφιλος ᾖ, ὅμοιος ἡμῖν δοκεῖ ταῖς κοιναῖς ταύταις καὶ μοιχευομέναις γυναιξί, καὶ οἰόμεθα οὐκέθʼ ὁμοίως ἰσχυρὰν αὐτοῦ τὴν φιλίαν εἶναι, πρὸς πολλὰς εὐνοίας διαιρεθεῖσαν. Τόξαρις ἄρξομαι δὲ ἀπὸ τῶν Δανδάμιδος πρῴην γενομένων. ὁ γὰρ Δάνδαμις ἐν τῇ πρὸς Σαυρομάτας συμπλοκῇ, ἀπαχθέντος αἰχμαλώτου Ἀμιζώκου τοῦ φίλου αὐτοῦ — μᾶλλον δὲ πρότερον ὀμοῦμαί σοι τὸν ἡμέτερον ὅρκον, ἐπεὶ καὶ τοῦτο ἐν ἀρχῇ διωμολογησάμην· οὐ μὰ γὰρ τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην, οὐδὲν πρὸς σέ, ὦ Μνήσιππε, ψεῦδος ἐρῶ περὶ τῶν φίλων τῶν Σκυθῶν. σκυθῶν ΓΝΒΜ: σκυθικῶν (C)A vulg. Cf. § 9, οἱ φίλοι οἱ Σκύθαι. Μνήσιππος ἐγὼ μὲν οὐ πάνυ σου ὀμνύντος ἐδεόμην· σὺ δὲ ὅμως εὖ ποιῶν οὐδένα θεῶν τῶν θεῶν C. ἐπωμόσω. Τόξαρις τί σὺ λέγεις; οὔ σοι δοκοῦσιν ὁ Ἄνεμος καὶ ὁ Ἀκινάκης θεοὶ εἶναι; οὕτως ἄρα ἠγνόησας ὅτι ἀνθρώποις μεῖζον οὐδέν ἐστιν ζωῆς τε καὶ θανάτου; ὁπόταν τοίνυν τὸν Ἄνεμον καὶ τὸν Ἀκινάκην ὀμνύωμεν, ταῦτα ὀμνύομεν ὡς τὸν μὲν ἄνεμον ζωῆς αἴτιον ὄντα, τὸν ἀκινάκην δὲ ὅτι ἀποθνήσκειν ποιεῖ. Μνήσιππος καὶ μὴν εἰ διά γε τοῦτο, καὶ ἄλλους ἂν ἔχοιτε πολλοὺς θεοὺς οἷος ὁ Ἀκινάκης ἐστί, τὸν Ὀιστὸν καὶ τὴν Λόγχην καὶ Κώνειον δὲ καὶ Βρόχον καὶ τὰ τοιαῦτα· ποικίλος γὰρ οὗτος ὁ θεὸς ὁ θάνατος καὶ ἀπείρους τὰς ἐφʼ ἑαυτὸν παρέχεται ἀγούσας ὁδούς. Τόξαρις ὁρᾷς τοῦτο ὡς ἐριστικὸν ποιεῖς καὶ δικανικόν, ὑποκρούων μεταξὺ καὶ διαφθείρων μου τὸν λόγον; ἐγὼ δὲ ἡσυχίαν ἦγον σοῦ λέγοντος. Μνήσιππος ἀλλʼ οὐκ αὖθίς γε, ὦ Τόξαρι, ποιήσω τοῦτο, πάνυ γὰρ ὀρθῶς ἐπετίμησας· ὥστε θαρρῶν τό γε ἐπὶ τούτῳ λέγε, ὡς μηδὲ παρόντος ἐμοῦ τοῖς λόγοις, οὕτω σιωπήσομαί σοι. Τόξαρις τετάρτη μὲν ἦν ἡμέρα τῆς φιλίας Δανδάμιδι καὶ Ἀμιζώκῃ, ἀφʼ οὗ τὸ ἀλλήλων αἷμα συνεπεπώκεσαν· ἧκον δὲ ἡμῖν ἐπὶ τὴν χώραν Σαυρομάται μυρίοις μὲν ἱππεῦσιν, οἱ πεζοὶ δὲ τρὶς τοσοῦτοι ἐπεληλυθέναι ἐλέγοντο. οἷα δὲ οὐ προϊδομένοις τὴν ἔφοδον αὐτῶν ἐπιπεσόντες ἐπεισπεσόντες C. ἅπαντας μὲν τρέπουσι, πολλοὺς δὲ τῶν μαχίμων κτείνουσι, τοὺς δὲ καὶ ζῶντας ἀπάγουσι, πλὴν εἴ τις ἔφθη διανηξάμενος εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἔνθα ἡμῖν τὸ ἥμισυ τοῦ στρατοπέδου καὶ μέρος τῶν ἁμαξῶν ἦν· οὕτω γὰρ ἐσκηνώσαμεν τότε, οὐκ οἶδα ὅ τι δόξαν τοῖς ἀρχιπλάνοις ἡμῶν, ἐπʼ ἀμφοτέρας τὰς ὄχθας τοῦ Τανάϊδος. εὐθὺς οὖν ἥ τε λεία περιηλαύνετο καὶ τὰ αἰχμάλωτα συνείχετο καὶ τὰς σκηνὰς διήρπαζον καὶ τὰς ἁμάξας κατελαμβάνοντο, αὐτάνδρους τὰς πλείστας ἁλισκομένας, καὶ ἐν ὀφθαλμοῖς ἡμῶν ὑβρίζοντες τὰς παλλακίδας καὶ τὰς γυναῖκας· ἡμεῖς δὲ ἠνιώμεθα τῷ πράγματι.