<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="31"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">καὶ τὸ ἀπὸ τούτου πάντα τρόπον συνῆν ἐπιμελούμενος αὐτοῦ καὶ <corr>θεραπεύων·</corr> παραδοὺς γὰρ ἑαυτὸν τοῖς ἐν τῷ λιμένι ἐμπόροις ἕωθεν εἰς μέσην ἡμέραν οὐκ ὀλίγον ἀπέφερεν ἀχθοφορῶν. εἶτʼ ἐπανελθὼν ἂν ἐκ τοῦ ἔργου, μέρος μὲν τοῦ μισθοῦ τῷ δεσμοφύλακι καταβαλὼν τιθασὸν αὑτῷ καὶ εἰρηνικὸν ἀπειργάζετο αὐτόν, τὸ λοιπὸν δὲ εἰς τὴν τοῦ φίλου θεραπείαν ἱκανῶς αὐτῷ διήρκει. καὶ τὰς μὲν ἡμέρας συνῆν τῷ Ἀντιφίλῳ παραμυθούμενος, ἐπεὶ δὲ νὺξ καταλάβοι, ὀλίγον πρὸ τῆς θύρας τοῦ δεσμωτηρίου στιβάδιόν τι ποιησάμενος καὶ φύλλα ὑποβαλόμενος ἀνεπαύετο.</p><p rend="align(indent)">χρόνον μὲν οὖν τινα οὕτω διῆγον, εἰσιὼν μὲν ὁ Δημήτριος ἀκωλύτως, ῥᾷον δὲ φέρων τὴν συμφορὰν ὁ Ἀντίφιλος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="32"><sp><speaker>Μνήσιππος</speaker><p rend="merge">ὕστερον δὲ ἀποθανόντος ἐν τῷ δεσμωτηρίῳ λῃστοῦ τινος ὑπὸ φαρμάκων, ὡς ἐδόκει, φυλακή τε ἀκριβὴς ἐγένετο καὶ οὐκέτι παρῄει εἰς τὸ οἴκημα οὐδὲ εἷς τῶν δεομένων.<note xml:lang="mul" type="footnote" n="v.5.p.154.n.1">δεομένων G. Hermann: λεγομένων C: λελυμένων ΓΜΝΒ.</note> ἐφʼ οἷς ἀπορῶν καὶ ἀνιώμενος, οὐκ ἔχων ἄλλως παρεῖναι τῷ ἑταίρῳ, προσαγγέλλει ἑαυτὸν ἐλθὼν πρὸς τὸν ἁρμοστήν, ὡς εἴη κεκοινωνηκὼς τῆς ἐπὶ τὸν Ἄνουβιν ἐπιβουλῆς. </p><p rend="align(indent)">ὡς δὲ τοῦτο εἶπεν, ἀπήγετο εὐθὺς ἐς τὸ δεσμωτήριον, καὶ ἀχθεὶς παρὰ τὸν Ἀντίφιλον τοῦτο γοῦν μόλις, πολλὰ ἱκετεύσας τὸν δεσμοφύλακα, ἐξειργάσατο παρʼ αὐτοῦ, πλησίον τῷ Ἀντιφίλῳ καὶ ὑπὸ τῷ αὐτῷ κλοιῷ δεδέσθαι. ἔνθα δὴ καὶ μάλιστα ἔδειξε τὴν εὔνοιαν ἣν εἶχε πρὸς αὐτόν, ἀμελῶν μὲν τῶν καθʼ ἑαυτὸν δεινῶν <pb n="v.5.p.156"/> (καίτοι ἐνόσησε καὶ αὐτός), ἐπιμελούμενος δὲ ὅπως ἐκεῖνος μάλιστα καθευδήσει καὶ ἧττον ἀνιάσεται· ὥστε ῥᾷον ἔφερον μετʼ ἀλλήλων κακοπαθοῦντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="33"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">χρόνῳ δὲ καὶ τοιόνδε τι προσπεσὸν ἔπαυσεν ἐπὶ πλέον αὐτοὺς δυστυχοῦντας. εἷς γὰρ τῶν δεδεμένων, οὐκ οἶδʼ ὅθεν ῥίνης εὐπορήσας καὶ συνωμότας πολλοὺς τῶν δεσμωτῶν προσλαβών, ἀποπρίει τε τὴν ἅλυσιν ᾗ ἐδέδεντο ἑξῆς, τῶν κλοιῶν εἰς αὐτὴν διειρομένων, καὶ ἀπολύει ἅπαντας· οἱ δὲ ἀποκτείναντες εὐμαρῶς ὀλίγους ὄντας τοὺς φύλακας ἐκπηδῶσιν ἀθρόοι. ἐκεῖνοι μὲν οὖν τὸ παραυτίκα ἔνθα ἐδύναντο ἕκαστος διασπαρέντες ὕστερον συνελήφθησαν οἱ <corr>πολλοί·</corr> ὁ Δημήτριος δὲ καὶ ὁ Ἀντίφιλος κατὰ χώραν ἔμειναν, καὶ τοῦ Σύρου λαβόμενοι ἤδη ἀπιόντος. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, μαθὼν ὁ τὴν Αἴγυπτον ἐπιτετραμμένος τὸ συμβεβηκὸς ἐπʼ ἐκείνους μὲν <corr>ἔπεμψεν</corr> τοὺς διωξομένους, μεταστειλάμενος δὲ τοὺς ἀμφὶ τὸν Δημήτριον ἀπέλυσε τῶν δεσμῶν, ἐπαινέσας ὅτι μόνοι οὐκ ἀπέδρασαν. </p><p rend="align(indent)">ἀλλʼ οὐκ ἐκεῖνοί γε ἠγάπησαν οὕτως ἀφιέμενοι, ἐβόα δὲ ὁ Δημήτριος καὶ δεινὰ ἐποίει, ἀδικεῖσθαι σφᾶς οὐ μικρὰ εἰ δόξουσι κακοῦργοι ὄντες ἐλέῳ ἢ ἐπαίνῳ τοῦ μὴ ἀποδρᾶναι ἀφεῖσθαι· καὶ τέλος ἠνάγκασαν τὸν δικαστὴν ἀκριβῶς τὸ πρᾶγμα ἐξετάσαι. ὁ δὲ ἐπεὶ ἔμαθεν οὐδὲν ἀδικοῦντας, ἐπαινέσας αὐτούς, τὸν Δημήτριον δὲ καὶ πάνυ θαυμάσας, ἀφίησι παραμυθησάμενος <pb n="v.5.p.158"/> ἐπὶ τῇ κολάσει ἣν ἠνέσχοντο ἀδίκως δεθέντες, καὶ ἑκάτερον δωρησάμενος παρʼ αὑτοῦ, δραχμαῖς μὲν μυρίαις τὸν Ἀντίφιλον, δὶς τοσαύταις δὲ τὸν Δημήτριον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="34"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ὁ μὲν οὖν Ἀντίφιλος ἔτι καὶ νῦν ἐν Αἰγύπτῳ ἐστίν, ὁ δὲ Δημήτριος καὶ τὰς αὑτοῦ δισμυρίας ἐκείνῳ καταλιπὼν ᾤχετο ἀπιὼν εἰς τὴν Ἰνδικὴν παρὰ τοὺς Βραχμᾶνας, τοσοῦτον εἰπὼν πρὸς τὸν Ἀντίφιλον, ὡς συγγνωστὸς ἂν εἰκότως νομίζοιτο ἤδη ἀπολιπὼν <corr>αὐτόν·</corr> οὔτε γὰρ αὐτὸς δεῖσθαι τῶν χρημάτων, ἔστʼ ἂν αὐτὸς ᾖ ὅπερ ἐστίν, ἀρκεῖσθαι ὀλίγοις δυνάμενος, οὔτε ἐκείνῳ ἔτι δεῖν φίλου, εὐμαρῶν αὐτῷ τῶν πραγμάτων γεγενημένων. </p><p rend="align(indent)">τοιοῦτοι, ὦ Τόξαρι, οἱ Ἕλληνες φίλοι. εἰ δὲ μὴ προδιεβεβλήκεις ἡμᾶς ὡς ἐπὶ ῥήμασι μέγα φρονοῦντας, καὶ αὐτοὺς ἄν σοι τοὺς λόγους διεξῆλθον, πολλοὺς καὶ ἀγαθοὺς ὄντας, οὓς ὁ Δημήτριος εἶπεν ἐν τῷ δικαστηρίῳ, ὑπὲρ αὑτοῦ μὲν οὐδὲν ἀπολογούμενος, ὑπὲρ τοῦ Ἀντιφίλου δέ, καὶ δακρύων προσέτι καὶ ἱκετεύων καὶ τὸ πᾶν ἐφʼ ἑαυτὸν ἀναδεχόμενος, ἄχρι μαστιγούμενος ὁ Σύρος ἀμφοτέρους ἀφίησιν αὐτούς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="35"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἐγὼ μὲν οὖν τούτους ὀλίγους ἀπὸ πλειόνων, οὓς πρώτους ἡ μνήμη ὑπέβαλε, διηγησάμην σοι ἀγαθοὺς καὶ βεβαίους φίλους. καὶ τὸ λοιπὸν ἤδη καταβὰς ἀπὸ τοῦ λόγου σοὶ τὴν ῥήτραν παραδίδωμι· σὺ δὲ ὅπως μὴ χείρους ἐρεῖς τοὺς Σκύθας, ἀλλὰ πολλῷ τούτων ἀμείνους, αὐτῷ σοὶ μελήσει, εἴ τι καὶ τῆς δεξιᾶς πεφρόντικας, ὡς μὴ ἀποτμηθείης αὐτήν. ἀλλὰ χρὴ ἄνδρα ἀγαθὸν εἶναι· ἐπεὶ καὶ γελοῖα ἂν πάθοις Ὀρέστην μὲν καὶ <pb n="v.5.p.160"/> Πυλάδην πάνυ σοφιστικῶς ἐπαινέσας, ὑπὲρ δὲ τῆς Σκυθίας φαῦλος ῥήτωρ φαινόμενος.<note xml:lang="mul" type="footnote" n="v.5.p.160.n.1">φαινόμενος ΓΒ: γενόμενος NCA</note> </p></sp><sp><speaker>Τόξαρις</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Μνήσιππε, ὅτι καὶ παροτρύνεις με πρὸς τὸν λόγον, ὥσπερ οὐ πάνυ σοι μέλον εἰ ἀποτμηθείης τὴν γλῶτταν κρατηθεὶς ἐν τοῖς λόγοις. πλὴν ἄρξομαί γε ἤδη, μηδὲν ὥσπερ σὺ καλλιλογησάμενος· οὐ γὰρ Σκυθικὸν τοῦτο, καὶ μάλιστα ἐπειδὰν τὰ ἔργα ὑπερφθέγγηται τοὺς λόγους. προσδοκήσῃς δὲ μηδὲν τοιοῦτο παρʼ ἡμῶν οἷα σὺ διεξελήλυθας, ἐπαινῶν εἴ τις ἄπροικον ἔγημεν αἰσχρὰν γυναῖκα ἢ εἴ τις ἀργύριον ἐπέδωκε γαμουμένῃ φίλου ἀνδρὸς θυγατρὶ δύο τάλαντα, ἢ<note xml:lang="mul" type="footnote" n="v.5.p.160.n.2">ἢ Lehmann: not in MSS.</note> καὶ νὴ Δίʼ εἴ τις παρέσχεν ἑαυτὸν δεδησόμενον ἐπὶ προδήλῳ τῷ μικρὸν ὕστερον λυθήσεσθαι· πάνυ γὰρ εὐτελῆ ταῦτα καὶ μεγαλουργὸν ἐν αὐτοῖς ἢ ἀνδρεῖον ἔνι οὐδέν.</p></sp></div></div></body></text></TEI>