<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="28"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ὁ δὲ ἐν τοσούτῳ συμφορᾷ ἐχρήσατο μάλα γενναίου τινὸς φίλου <corr>δεομένῃ.</corr> οἰκέτης γὰρ αὐτοῦ, Σύρος καὶ τοὔνομα καὶ τὴν πατρίδα, ἱεροσύλοις τισὶ κοινωνήσας συνεισῆλθέν τε αὐτοῖς εἰς τὸ Ἀνουβίδειον <pb n="v.5.p.150"/> καὶ ἀποσυλήσαντες τὸν θεὸν χρυσᾶς τε φιάλας δύο καὶ κηρύκιον, χρυσοῦν καὶ τοῦτο, καὶ κυνοκεφάλους ἀργυροῦς καὶ ἄλλα τοιαῦτα, κατέθεντο πάντα παρὰ τῷ Σύρῳ· εἶτʼ ἐμπεσόντες — ἑάλωσαν γάρ τι ἀπεμπολῶντες — ἅπαντα εὐθὺς ἔλεγον στρεβλούμενοι ἐπὶ τοῦ τροχοῦ, καὶ ἀγόμενοι ἧκον ἐπὶ τὴν οἰκίαν τοῦ Ἀντιφίλου, καὶ τὰ φώρια ἐξέφερον ὑπὸ κλίνῃ τινὶ ἐν σκοτεινῷ <corr>κείμενα.</corr> ὅ τε οὖν Σύρος ἐδέδετο εὐθὺς καὶ ὁ δεσπότης αὐτοῦ Ἀντίφιλος, οὗτος μὲν καὶ μεταξὺ ἀκροώμενος τοῦ διδασκάλου ἀνασπασθείς.<note xml:lang="mul" type="footnote" n="v.5.p.150.n.1">ἀνασπασθείς Cf. Tyrann., 5: ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν.</note> ἐβοήθει δὲ οὐδείς, ἀλλὰ καὶ οἱ τέως ἑταῖροι ἀπεστρέφοντο ὡς τὸ Ἀνουβίδειον σεσυληκότα καὶ ἀσέβημα αὐτῶν ἡγοῦντο εἶναι εἰ συνέπιόν ποτε ἢ συνειστιάθησαν αὐτῷ. καὶ οἱ λοιποὶ δὲ τῶν οἰκετῶν, δύο ὄντες, ἅπαντα ἐκ τῆς οἰκίας συσκευασάμενοι ᾤχοντο φεύγοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="29"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἐδέδετο οὖν ὁ ἄθλιος Ἀντίφιλος πολὺν ἤδη χρόνον, ἁπάντων ὅσοι ἦσαν κακοῦργοι ἐν τῷ δεσμωτηρίῳ μιαρώτατος εἶναι δοκῶν, καὶ ὁ ἐπὶ τῶν δεσμῶν Αἰγύπτιος, δεισιδαίμων ἄνθρωπος, ᾤετο χαριεῖσθαι καὶ τιμωρήσειν τῷ θεῷ βαρὺς τῷ Ἀντιφίλῳ ἐφεστώς. εἰ δʼ ἀπολογοῖτό ποτε, λέγων ὡς οὐδὲν τοιοῦτον εἴργασται, ἀναίσχυντος ἐδόκει καὶ πολὺ πλέον ἐπὶ τούτῳ ἐμισεῖτο. ὑπενόσει τοιγαροῦν ἤδη καὶ πονηρῶς εἶχεν οἷον εἰκὸς χαμαὶ καθεύδοντα καὶ τῆς νυκτὸς οὐδὲ ἀποτείνειν τὰ σκέλη δυνάμενον ἐν τῷ ξύλῳ κατακεκλειμένα· τῆς μὲν γὰρ ἡμέρας ὁ κλοιὸς ἤρκει καὶ ἡ ἑτέρα χεὶρ πεπεδημένη, εἰς δὲ τὴν νύκτα ἔδει ὅλον <pb n="v.5.p.152"/> καταδεδέσθαι. καὶ μὴν καὶ τοῦ οἰκήματος ἡ δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένων<note xml:lang="mul" type="footnote" n="v.5.p.152.n.1">στενοχωρουμένων ΜCA.</note> καὶ μόλις ἀναπνεόντων, καὶ τοῦ σιδήρου ὁ ψόφος καὶ ὕπνος ὀλίγος — ταῦτα πάντα χαλεπὰ ἦν καὶ ἀφόρητα οἵῳ ἀνδρὶ ἐκείνων ἀήθει καὶ ἀμελετήτῳ πρὸς οὕτω σκληρὰν τὴν δίαιταν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg044.perseus-grc2" n="30"><sp><speaker>Μνήσιππος</speaker><p rend="align(indent) ; merge">ἀπαγορεύοντος δὲ αὐτοῦ καὶ μηδὲ σῖτον αἱρεῖσθαι θέλοντος, ἀφικνεῖταί ποτε καὶ ὁ Δημήτριος, οὐδὲν εἰδὼς τῶν ἤδη γεγενημένων. καὶ ἐπειδὴ ἔμαθεν, ὡς εἶχεν εὐθὺς ἐπὶ τὸ δεσμωτήριον δρομαῖος ἐλθών, τότε μὲν οὐκ εἰσεδέχθη, ἑσπέρα γὰρ ἦν, καὶ ὁ δεσμοφύλαξ πάλαι κεκλεικὼς τὴν θύραν ἐκάθευδε, φρουρεῖν τοῖς οἰκέταις παρακελευσάμενος· ἕωθεν δὲ εἰσέρχεται πολλὰ ἱκετεύσας. καὶ παρελθὼν ἐπὶ πολὺ μὲν ἐζήτει τὸν Ἀντίφιλον ἄδηλον ὑπὸ τῶν κακῶν γεγενημένον, καὶ περιιὼν ἀνεσκοπεῖτο καθʼ ἕκαστον τῶν δεδεμένων, ὥσπερ εἰώθασιν οἱ τοὺς οἰκείους νεκρούς, ἤδη ἑώλων ὄντων, ἀναζητοῦντες ἐν ταῖς παρατάξεσιν. καὶ εἴ γε μὴ τοὔνομα ἐβόησεν, Ἀντίφιλον Δεινομένους, κἂν ἐπὶ πολὺ ἠγνόησεν ἂν ὅστις ἦν, τοσοῦτον ἤλλακτο ὑπὸ τῶν δεινῶν. ὡς δὲ τὴν φωνὴν αἰσθόμενος ἀνεβόησεν καὶ προσιόντος διαστείλας τὴν κόμην καὶ ἀπάγων τοῦ προσώπου αὐχμηρὰν καὶ συμπεπιλημένην ἔδειξεν αὑτὸν ὅστις ἦν, ἄμφω μὲν αὐτίκα πίπτουσιν ἰλιγγιάσαντες ἐπὶ τῇ ἀπροσδοκήτῳ θέᾳ.</p><p rend="align(indent)">χρόνῳ δὲ ἀναλαβὼν αὑτόν τε καὶ τὸν Ἀντίφιλον ὁ Δημήτριος καὶ σαφῶς ἕκαστα ὡς εἶχεν ἐκπυθόμενος παρʼ αὐτοῦ θαρρεῖν τε παρακελεύεται καὶ διελὼν τὸ τριβώνιον τὸ μὲν ἥμισυ αὐτὸς <pb n="v.5.p.154"/> ἀναβάλλεται, τὸ λοιπὸν δὲ ἐκείνῳ δίδωσιν, ἃ εἶχε πιναρὰ καὶ ἐκτετρυχωμένα ῥάκη περισπάσας.</p></sp></div></div></body></text></TEI>