Μνήσιππος ἔστιν μέν, ὦ Τόξαρι, οὐ φαῦλον τὸ ἔργον ἀνδρὶ οἵῳ σοὶ πολεμιστῇ μονομαχῆσαι, πάνυ εὐστόχους καὶ τεθηγμένους παρεσκευασμένῳ τοὺς λόγους. οὐ μὴν ἀγεννῶς γε οὕτως καταπροδοὺς ἐν βραχεῖ τὸ Ἑλληνικὸν ἅπαν ὑποχωρήσομαί σοι· καὶ γὰρ ἂν εἴη πάνδεινον ὑπὸ δυοῖν μὲν ἐκείνοιν ἡττηθῆναι τοσούτους τῶν Σκυθῶν ὁπόσους οἵ τε μῦθοι δηλοῦσι καὶ αἱ ὑμέτεραι παλαιαὶ γραφαί, ἃς μικρῷ πρόσθεν εὖ μάλα ἐξετραγῴδησας, Ἕλληνας δὲ πάντας, τοσαῦτα ἔθνη καὶ τοσαύτας πόλεις, ἐρήμην ὑπὸ σοῦ ἁλῶναι. εἰ γὰρ τοῦτο γένοιτο, οὐ τὴν δεξιὰν ὥσπερ ὑμεῖς ἀλλὰ τὴν γλῶτταν ἀποτμηθῆναι καλόν. πότερον δὲ ὡρίσθαι χρὴ τὸν ἀριθμὸν ἡμῖν τῶν φιλικῶν τούτων πράξεων, ἢ ὁπόσῳ ἄν τις πλείους ἔχῃ λέγειν, τοσούτῳ εὐπορώτερος ἂν δόξειεν πρὸς τὴν νίκην; Τόξαρις οὐδαμῶς, ἀλλʼ ὡρίσθω μὴ ἐν τῷ πλήθει αὐτῶν τὸ κράτος, ἀλλʼ εἰ ἀμείνους καὶ τομώτεραι φαίνοιντο αἱ σαὶ τῶν ἐμῶν ἴσαι τὸν ἀριθμὸν οὖσαι, καιριώτερα δῆλον ὅτι ἐργάσονταί μοι τραύματα τὰ τραύματα N. καὶ θᾶττον ἐνδώσω πρὸς τὰς πληγάς. Μνήσιππος εὖ λέγεις, καὶ ὡρίσθωσαν ὁπόσαι ἱκαναί. πέντε ἔμοιγε δοκοῦσιν ἑκατέρῳ. ἑκατέρῳ N: ἑκατέρως ΓMBC. Τόξαρις κἀμοὶ δοκεῖ. πρότερος δὲ λέγε, ἀλλʼ ἐπομοσάμενος ἦ μὴν ἀληθῆ ἐρεῖν· ἄλλως γὰρ ἀναπλάττειν ἀναπλάττειν Harmon: ἂν πράττειν MSS. (ἂν omitted in A). πλάττειν edd. τὰ τοιαῦτα οὐ πάνυ χαλεπὸν καὶ ὁ ἔλεγχος ἀφανής. εἰ δὲ ὀμόσειας, οὐχ ὅσιον ἀπιστεῖν. Μνήσιππος ὀμούμεθα, εἴ τι καὶ ὅρκου δεῖν νομίζεις. τίς δέ σοι τῶν ἡμετέρων θεῶν ἄρʼ ἱκανός; ὁ Φίλιος; Τόξαρις καὶ μάλα· ἐγὼ δὲ τὸν ἐπιχώριον ὀμοῦμαί σοι ἐν τῷ ἐμαυτοῦ λόγῳ. Μνήσιππος ἴστω τοίνυν ὁ Ζεὺς ὁ Φίλιος, ἦ μὴν ὁπόσα ἂν λέγω πρὸς σὲ ἢ αὐτὸς εἰδὼς ἢ παρʼ ἄλλων ὁπόσον οἷόν τε ἦν διʼ ἀκριβείας ἐκπυνθανόμενος ἐρεῖν, μηδὲν παρʼ ἐμαυτοῦ ἐπιτραγῳδῶν. καὶ πρώτην γέ σοι τὴν Ἀγαθοκλέους καὶ Δεινίου φιλίαν διηγήσομαι, ἀοίδιμον ἐν τοῖς Ἴωσι γενομένην. Ἀγαθοκλῆς γὰρ οὗτος ὁ Σάμιος οὐ πρὸ πολλοῦ ἐγένετο, ἄριστος μὲν πρὸς φιλίαν, ὡς ἔδειξεν, τὰ ἄλλα δὲ οὐδὲν ἀμείνων Σαμίων τῶν πολλῶν οὔτε ἐς τὸ γένος οὔτε ἐς τὴν ἄλλην περιουσίαν. Δεινίᾳ δὲ τῷ Λύσωνος Λύσωνος A: Λυσίωνος ΓΝB. In 15 all bit Ν read Λύσωνος. Ἐφεσίῳ φίλος ἐκ παίδων ἦν. ὁ δὲ Δεινίας ἐπλούτει ἄρα εἰς ὑπερβολήν, καὶ ὥσπερ εἰκὸς νεόπλουτον ὄντα, πολλοὺς καὶ ἄλλους εἶχε περὶ ἑαυτόν, ἱκανοὺς μὲν συμπιεῖν καὶ πρὸς ἡδονὴν συνεῖναι, φιλίας δὲ πλεῖστον ὅσον ἀποδέοντας. τέως μὲν οὖν ἐν τούτοις καὶ ὁ Ἀγαθοκλῆς ἐξητάζετο, καὶ συνῆν καὶ συνέπινεν αὐτοῖς οὐ πάνυ χαίρων τῇ τοιαύτῃ διατριβῇ, καὶ ὁ Δεινίας οὐδὲν αὐτὸν ἐντιμότερον εἶχεν τῶν κολάκων. τελευταῖον δὲ καὶ προσέκρουε τὰ πολλὰ ἐπιτιμῶν, καὶ φορτικὸς ἐδόκει ὑπομιμνήσκων ἀεὶ τῶν προγόνων καὶ φυλάττειν παραγγέλλων ἃ μετὰ πολλῶν καμάτων ὁ πατὴρ αὐτῷ κτησάμενος κατέλιπεν, ὥστε διὰ ταῦτα οὐδὲ ἐπὶ τοὺς κώμους ἀπῆγεν ἔτι αὐτόν, ἀλλὰ μόνος μετʼ ἐκείνων ἐκώμαζε, λανθάνειν πειρώμενος τὸν Ἀγαθοκλέα. Μνήσιππος καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ὁ ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Ἐφεσίων τὰ πολιτικά· καὶ γραμματεῖά τε εἰσεφοίτα παρὰ τῆς γυναικὸς αὐτῷ καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα καὶ ἄλλα ὁπόσα αἱ μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται, τοῖς νέοις ἐπιμηχάνωνται (C)A. But cf. ἐπὶ τούτῳ μεμηχανῆσθαι, Dial. Mer., 4, 2. κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώμεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας (ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις), ἄχρι ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες. ἡ Χαρίκλεια δὲ ἦν ἀστεῖον μέν τι γύναιον, ἑταιρικὸν δὲ ἐκτόπως καὶ τοῦ προστυχόντος ἀεί, καὶ εἰ πάνυ ἐπʼ ὀλίγῳ ἐθελήσειέ τις· καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή πη μή πη Γ1Β2: μή ποι Γ2 (οι in erasure) B1Ν; μή τι C, edd. cf. Lexiph., 11. ἀντείποι Χαρίκλεια. δεινὴ δὲ καὶ τὰ ἄλλα, καὶ καὶ ΓΝΒ: not in A. τεχνῖτις παρʼ ἥντινα βούλει τῶν ἑταιρῶν ἐπισπάσασθαι ἐραστὴν καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι ἄρτι μὲν ὀργῇ, ἄρτι δὲ κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν, καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν ἡ γυνὴ καὶ πολλὰ μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν. Μνήσιππος ταύτην οὖν τότε οἱ Δεινίου κόλακες παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντες αὐτὸν εἰς τὸν ἔρωτα τῆς Χαρικλείας. ἡ δὲ πολλοὺς ἤδη νέους ἐκτραχηλίσασα καὶ μυρίους ἔρωτας ὑποκριναμένη καὶ οἴκους πολυταλάντους ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰς τὰς χεῖρας ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆς ἄγρας καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο. τὸ μὲν γὰρ πρῶτον εὐθὺς ἐκεῖνα ἐπʼ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶς συνεχῶς Ν: καὶ συνεχῶς Γ, vulg. πεμπομένη τὴν ἅβραν, ὡς ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλος ὡς ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτος, ἕως δὴ ὁ μακάριος ἐπείσθη καλὸς εἶναι καὶ ταῖς Ἐφεσίων γυναιξὶ περιπόθητος, καί που συνηνέχθη πολλὰ ἱκετευθείς. Μνήσιππος τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡς τὸ εἰκός, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸς καλῆς καὶ πρὸς ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένης καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶς ὑποστενάξαι καὶ ἀπιόντος ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡς ἂν μάλιστα ἀρέσειε, καί που καὶ ᾆσαι καὶ κιθαρίσαι. οἷς ἅπασι κατὰ τοῦ Δεινίου ἐκέχρητο· καὶ ἐπεὶ ᾔσθετο πονηρῶς ἔχοντα καὶ διάβροχον ἤδη τῷ ἔρωτι καὶ τακερὸν γεγενημένον, ἄλλο ἐπὶ τούτοις ἐπενόει καὶ τὸν ἄθλιον ἀπώλλυε· κύειν τε γὰρ ἐξ αὐτοῦ σκήπτεται — ἱκανὸν δὲ καὶ τοῦτο βλᾶκα ἐραστὴν προσεκπυρῶσαι — καὶ οὐκέτι ἐφοίτα πρὸς αὐτόν, φυλάττεσθαι ὑπὸ τἀνδρὸς λέγουσα πεπυσμένου τὸν ἔρωτα. ὁ δʼ οὐκέτι οἷός τε ἦν φέρειν τὸ πρᾶγμα, οὐδὲ ἠνείχετο μὴ ὁρῶν αὐτήν, ἀλλὰ ἐδάκρυε καὶ τοὺς κόλακας εἰσέπεμπεν καὶ τοὔνομα τῆς Χαρικλείας ἐπεβοᾶτο καὶ τὴν εἰκόνα περιβαλὼν αὐτῆς — ἐπεποίητο δὲ λίθου λευκοῦ — ἐκώκυε, καὶ τέλος καταβαλὼν ἑαυτὸν εἰς τοὔδαφος ἐκυλίνδετο καὶ λύττα ἦν ἀκριβὴς τὸ πρᾶγμα. τὰ μὲν γὰρ δῶρα οὐ κατὰ μῆλα καὶ στεφάνους ἀντεδίδοτο αὐτῇ, ἀλλὰ συνοικίαι ὅλαι καὶ ἀγροὶ καὶ θεράπαιναι καὶ ἐσθῆτες εὐανθεῖς καὶ χρυσὸν ὁπόσον ἐθελήσειε. ἐθελήσειε A: ἐθελήσει  ΓΝΒΜ. Καὶ τί γάρ; ἐν βραχεῖ ὁ Λύσωνος οἶκος, ὀνομαστότατος τῶν ἐν Ἰωνίᾳ γενόμενος, ἐξήντλητο ἤδη καὶ ἐξεκεκένωτο.