Ἀνήρ οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων. φασὶ δʼ αὐτὴν καὶ κυεῖν ἀπʼ αὐτῶν. Ἑρμῆς θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν. Δεσπότης α ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρʼ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος. Γ has double points after ἔχει and τρύφος, but the fact that μὴ θαυμάσῃς is addressed to one person favours running the speech on rather than (e.g.) giving θέρμους . . . τρύφος to ΔΕΣΠΟΤΗΣ B. οὐ μὰ Δίʼ, ἀλλὰ ζώνην χρυσίου. Ἡρακλῆς μὴ θαυμάσῃς· κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν. ἀκριβῶς ἐστιν Double point in Γ. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει· κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν. Δεσπότης β σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις; τυγχάνεις Γ1: τυγχάνεις ὤν Γ2, cett., Cf. Plato, Gorg., 502 B and Rep. 369 B, cited by Goodwin, G. M. T., § 902, and references in F. Karsten, de Ellipseos Usu Luc. (1889), p. 36, including from Lucian Eun., 2, Abd., 15, Vit. Auct., 19; cf. also below, Eun., 8. οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ. Ἑρμῆς ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν; Δεσπότης γ Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι. Ἑρμῆς ὅτι τί; Δεσπότης γ ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν. Ἑρμῆς Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. — καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ. Ἀνήρ μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν. Ἑρμῆς πῶς βιβλίον; Ἀνήρ ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον. Ἑρμῆς Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης. καὶ Τριφάλης MSS. add ὁ (not in N) τῶν κωμικῶν εἶς, which I excise as a patent gloss, and a mistaken one. Φιλοσοφία σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο. Ἑρμῆς οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθάνειν ἃ πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα, τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα, μαλάχῃ γε πρότερον μαστιγωθέντε. μαστιγωθέντε De Jong: μαστιγωθέντα MSS. ἔπειτα καὶ τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε. Κάνθαρος φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ. Δεσπότης α τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου σου Γ: σὺ other MSS. σου is right; the “dialogues” of Cantharus are his “diatribes.” διαλόγων; ἀλλʼ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν, ὡς γνωσθῇς ὄνος ὤν.