ἀνόμοιον, ὦ αὐτὸν. || ἀνόμοιον, ὦ Harmon: αὐτονόμῳ. || νοῶ MSS. οὗτος, ὃ κηρύττεις· ὡς ἐκείνῳ γε ὄνομα ἦν παρʼ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τὸ γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο· ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ. Φιλοσοφία ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας. ἐπιγνάψας Γ2Χ2ΗΒΑ: ἐπιγράψας ΓΧ1Ν. Δεσπότης α ὢ τῆς τόλμης, ὁ Κάνθαρος φιλοσοφεῖ, φησίν, ἡμῶν δὲ οὐδεὶς λόγος. οὐδεὶς λόγος In Γ the double point (:) indicating a change of speaker follows φησίν, not λογος. Δεσπότης β Ἀμέλει ἅπαντας ἀνευρήσομεν· ξυνίησιν γάρ, ὥς φησιν, αὕτη. Ἑρμῆς τίς δʼ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν; Ἡρακλῆς Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων· πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ· οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους. Ὀρφεύς νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα. Ἑρμῆς οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστίν· χρυσίου γὰρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν. Ὀρφεύς εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμʼ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ· μιαρὸς γὰρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν. Ἑρμῆς δεῖξον μόνον. Ὀρφεύς αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδʼ ἴδοιμι αὐτόν. Φιλοσοφία ἐπίσχες. οὐ γυναικός ἐστι φωνὴ ῥαψῳδούσης τι τῶν Ὁμήρου; Ἑρμῆς νὴ Δία· ἀλλʼ ἀκούσωμεν ὅ τι καὶ λέγει. Γυνή δραπετίς (N) edd. Prior to Bekker. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν, ὃς χρυσὸν φιλέει μὲν ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. Ἑρμῆς οὐκοῦν τὸν Κάνθαρόν σοι μισητέον. Γυνή ξεινοδόκον μισητέον: ξεινοδόκον Γ, thus giving (by the double point) ξεινοδόκον . . . παράσχῃ to the Wife. Other MSS. and all previous editions give these words to Hermes, reading μισητέον ὃς ξεινοδόκον. κακὰ ῥέξεν, ὅ κεν φιλότητα παράσχῃ. Ἀνήρ περὶ ἐμοῦ τοῦτο τὸ ἔπος, οὗ τὴν γυναῖκα ᾤχετο ἀπάγων διότι αὐτὸν ὑπεδεξάμην. Γυνή οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ, Θερσίτʼ ἀκριτόμυθε, κακῶν πανάριστε κολοιῶν μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν. Δεσπότης α Εἰκότως τῷ καταράτῳ τῷ καταράτῳ Harmon: τοῦ καταράτου MSS. τὰ ἔπη. Γυνή Πρόσθε κύων, ὄπιθεν δὲ λέων, μέσση δὲ χίμαιρα δεινὸν ἀποπνείουσα τρίτου κυνὸς ἄγριον ἄγριον Fritzsche: ἀγρίου MSS. ὁρμήν.