οἱ ἰδιῶται δὲ ταῦτα ὁρῶντες καταπτύουσιν ἤδη φιλοσοφίας καὶ ἅπαντας εἶναι τοιούτους οἴονται κἀμὲ τῆς διδασκαλίας αἰτιῶνται, ὥστε πολλοῦ ἤδη χρόνου ἀδύνατόν μοι γεγένηται κἂν ἕνα τινὰ προσαγαγέσθαι αὐτῶν, ἀλλὰ τὸ τῆς Πηνελόπης ἐκεῖνο πάσχω· ὁπόσον γὰρ δὴ ἐγὼ ἐξυφήνω, τοῦτο ἐν ἀκαρεῖ αὖθις ἀναλύεται. ἡ Ἀμαθία δὲ καὶ ἡ Ἀδικία ἐπιγελῶσιν, ὁρῶσαι ἀνεξέργαστον ἡμῖν τὸ ἔργον καὶ ἀνήνυτον τὸν πόνον. Ζεύς οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων. ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον. ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς. Ἀπόλλων ἐγώ σοι, σοι Fritzsche: τοι MSS. ὦ πάτερ, ὑποθήσομαι· μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν. κεραυνοῦ μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι, τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολάσεως κατάπεμψον ἐπʼ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή. εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ. Ζεύς εὖ λέγεις, ὦ Ἄπολλον. ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον. τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν, ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία. Ἡρακλῆς καὶ μὴν ἄμεινον ἦν, ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέκεσθαι. ἀπίωμεν δʼ ὅμως. Φιλοσοφία ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δόξαντα τῷ πατρί. Ἑρμῆς Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον. ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσοφία; σὺ γὰρ οἶσθα ὅπου εἰσίν. ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι; Φιλοσοφία οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλοσοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλʼ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν. Ἑρμῆς οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον. Ἡρακλῆς εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών. καί μοι τήνδε ἤδη τραπώμεθα. Ἑρμῆς ποίαν λέγεις; Ἡρακλῆς ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων (Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη) πεδίον δὲ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις γὰρ ἤδη φαίνεται. Ἑρμῆς νὴ Δίʼ, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη ἁπασῶν· πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς. Ἡρακλῆς Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι· ὑπονέφελοι edd.: ἐπινέφελοι MSS. ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.