Φιλοσοφία τὸ μὲν δὴ μανθάνειν ὅσα τῇ τοιαύτῃ προαιρέσει πρόσφορα μακρὸν ἦν, μᾶλλον δὲ κομιδῇ ἀδύνατον, αἱ τέχναι δὲ γλίσχραι, καὶ σὺν πόνῳ καὶ μόγις ἱκανὰ παρέχειν ἐδύναντο. ἐνίοις δὲ καὶ ἡ δουλεία βαρὺ καί (ὥσπερ οὖν ἐστιν) ἀφόρητον ἐφαίνετο. ἔδοξε δὴ σκοπουμένοις τὴν ὑστάτην ἄγκυραν, ἣν ἱερὰν οἱ ναυτιλλόμενοί φασιν, καθιέναι, καὶ ἐπὶ τὴν βελτίστην ἀπόνοιαν ὁρμήσαντες, ἔτι τε καὶ τόλμαν καὶ ἀμαθίαν καὶ ἀναισχυντίαν προσπαρακαλέσαντες, αἵπερ αὐτοῖς μάλιστα συναγωνίζονται, καὶ λοιδορίας καινὰς καινὰς Γ: κενὰς Ν: τινὰς BC. Cf. Icarom., 30. ἐκμελετήσαντες, ὡς πρόχειροι εἶεν καὶ ἀνὰ στόμα, ταύτας μόνας ξυμβολὰς ἔχοντες — ὁρᾷς ὁποῖα πρὸς φιλοσοφίαν ἐφόδια; — σχηματίζουσιν καὶ μετακοσμοῦσιν αὑτοὺς εὖ μάλα εἰκότως καὶ πρὸς ἐμέ, οἷόν τι ἀμέλει ὁ Αἴσωπός φησι ποιῆσαι τὸν ἐν τῇ Κύμῃ ὄνον, ὃς λεοντῆν περιβαλόμενος καὶ τραχὺ ὀγκώμενος ἠξίου λέων καὶ αὐτὸς εἶναι· καί πού τινες καὶ ἦσαν ἴσως οἱ πιστεύοντες αὐτῷ. Φιλοσοφία τὰ δʼ ἡμέτερα πάνυ ῥᾷστα, ὡς οἶσθα„ καὶ ἐς μίμησιν πρόχειρα — τὰ προφανῆ λέγω — καὶ οὐ πολλῆς τῆς πραγματείας δεῖ τριβώνιον περιβαλέσθαι καὶ πήραν ἐξαρτήσασθαι καὶ ξύλον ἐν τῇ χειρὶ ἔχειν καὶ βοᾶν, μᾶλλον δὲ ὀγκᾶσθαι ἢ ὑλακτεῖν, καὶ λοιδορεῖσθαι ἅπασιν· τὴν ἀσφάλειαν γὰρ αὐτοῖς τοῦ μηδὲν ἐπὶ τούτῳ παθεῖν ἡ πρὸς τὸ σχῆμα αἰδὼς παρέξειν ἔμελλεν. ἡ ἐλευθερία δὲ πρόχειρος ἄκοντος τοῦ δεσπότου, κἂν εἰ βούλοιτο ἀπάγειν, παταχθησομένου τῷ ξύλῳ. καὶ τὰ ἄλφιτα οὐκέτʼ ὀλίγα οὐδὲ ὡς πρὸ τοῦ μᾶζα ψιλή, τὸ δὲ ὄψον οὐ οὐ ΝΓ1, edd.: ἢ Γ2 BA. τάριχος ἢ θύμον, ἀλλὰ κρέα παντοδαπὰ καὶ οἶνος οἷος ἥδιστος, καὶ χρυσίον παρʼ ὅτου ἂν ἐθέλωσι· δασμολογοῦσι γὰρ ἐπιφοιτῶντες ἤ, ὡς αὐτοί φασιν, ἀποκείρουσιν τὰ πρόβατα, δώσειν τε πολλοὺς οἴονται οἶόν τε ΓM. ἢ αἰδοῖ τοῦ σχήματος ἢ δέει τοῦ μὴ ἀκοῦσαι κακῶς. Φιλοσοφία καὶ γὰρ αὖ κἀκεῖνο ἑώρων, οἶμαι, ὡς ἐξ ἴσου καταστήσονται τοῖς ὀρθῶς φιλοσοφοῦσιν, οὐδέ τις ὁ δικάσων καὶ διακρινῶν τὰ τοιαῦτα ἔσται, ἢν μόνον τὰ ἔξω ᾖ ὅμοια. ἀρχὴν γὰρ οὐδὲ τὸν ἔλεγχον δέχονται, ἢν ἔρηταί τις οὑτωσὶ κοσμίως καὶ κατὰ βραχύ, ἀλλʼ εὐθὺς βοῶσιν καὶ ἐπὶ τὴν ἀκρόπολιν τὴν ἑαυτῶν ἀναφεύγουσι, τὴν λοιδορίαν, καὶ πρόχειρον τὸ ξύλον. καὶ ἢν μὲν τὰ ἔργα ζητῇς, οἱ λόγοι πολλοί, ἢν δὲ ἀπὸ τῶν λόγων κρίνειν ἐθέλῃς, τὸν βίον ἀξιοῦσι σκοπεῖν.