Ἀπόλλων ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα; ἡ Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ ἑωρακέναι καιόμενον λέγουσα. Ζεύς καὶ πάνυ ἀληθῆ, ὦ Ἄπολλον· ὡς μή ποτε γενέσθαι ὤφελεν. Ἀπόλλων οὕτω χρηστὸς ὁ γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι; Ζεύς καὶ τοῦτο μὲν ἴσως· ἀλλʼ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων. εἰ γοῦν μὴ εἰς τὴν Ἀραβίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ· καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλαθέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω ναυτιᾶν ὑπομνησθεὶς αὐτῆς. Ἀπόλλων τί δὲ βουλόμενος, ὦ Ζεῦ, τοιαῦτα εἴργασται ἑαυτόν; ἢ τί τὸ ἀγαθόν, ἀπανθρακωθῆναι ἐμπεσόντα εἰς τὴν πυράν; Ζεύς τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ Ἐμπεδοκλεῖ πρὸ αὐτοῦ ἐγκαλῶν, ὃς ἐς τοὺς κρατῆρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ. Ἀπόλλων μελαγχολίαν τινὰ δεινὴν λέγεις. ἀτὰρ οὗτός γε τίνα ποτὲ ἄρα τὴν αἰτίαν ἔσχε τῆς ἐπιθυμίας; Ζεύς αὐτοῦ σοι λόγον ἐρῶ ὃν ἔλεξε πρὸς τὴν πανήγυριν, ἀπολογούμενος πρὸς αὐτοὺς ὑπὲρ τῆς τελευτῆς. Ζεύς ἔφη γάρ, εἴ γε μέμνημαι — ἀλλὰ τίς αὕτη σπουδῇ πρόσεισι τεταραγμένη καὶ δακρύουσα, πάνυ ἀδικουμένῃ ἐοικυῖα; μᾶλλον δὲ Φιλοσοφία ἐστίν, καὶ τοὔνομά γε τοὐμὸν ἐπιβοᾶται σχετλιάζουσα. τί, ὦ θύγατερ, δακρύεις; ἢ τί ἀπολιποῦσα τὸν βίον ἐλήλυθας; ἆρα μὴ οἱ ἰδιῶται αὖθις ἐπιβεβουλεύκασί σοι ὡς τὸ πρόσθεν, ὅτε τὸν Σωκράτην ἀπέκτειναν ὑπὸ Ἀνύτου κατηγορηθέντα, εἶτα φεύγεις διὰ τοῦτο αὐτούς; Φιλοσοφία οὐδὲν τοιοῦτον, ὦ πάτερ, ἀλλʼ ἐκεῖνοι μέν, ὁ πολὺς λεώς, ἐπῄνουν καὶ διὰ τιμῆς ἦγον, αἰδούμενοι καὶ θαυμάζοντές με καὶ μονονουχὶ προσκυνοῦντες, εἰ καὶ μὴ σφόδρα ξυνίεσαν ὧν λέγοιμι. οἱ δέ — πῶς ἂν εἴποιμι; — οἱ ξυνήθεις καὶ φίλοι φάσκοντες εἶναι καὶ τοὔνομα τοὐμὸν ὑποδυόμενοι, ἐκεῖνοί με τὰ δεινότατα εἰργάσαντο. Ζεύς οἱ φιλόσοφοι ἐπιβουλήν τινα ἐπιβεβουλεύκασί σοι; Φιλοσοφία οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί μοι καὶ αὐτοί. Ζεύς πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας μήτε τοὺς φιλοσόφους αἰτιᾷ; Φιλοσοφία εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλμένοι· ἀξιοῦσι γοῦν ὑπʼ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες· ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθʼ ἡμῶν. ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέφευγα. Ζεύς δεινὰ ταῦτα, ὦ θύγατερ. ἀλλὰ τί μάλιστα ἠδικήκασί σε; Φιλοσοφία σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων, ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ὁρᾷς· ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.