Πολύστρατος ὥστε, ὦ Λυκῖνε, μεταγράψαι σε τὰ τοιαῦτα ἐκέλευσεν, ἢ αὐτὴ μὲν μαρτύρεσθαι τὰς θεὰς ὡς ἀκούσης αὐτῆς γέγραφας, σὲ δὲ εἰδέναι ὅτι ἀνιάσει αὐτὴν τὸ βιβλίον οὕτω περινοστοῦν ὥσπερ νῦν σοι διάκειται, οὐ μάλα εὐσεβῶς οὐδὲ ὁσίως τὰ πρὸς τοὺς θεούς. ἐδόκει τε ἀσέβημα ἑαυτῆς καὶ πλημμέλημα τοῦτο δόξειν, εἰ ὑπομένοι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις ὁμοία λέγεσθαι· καί σε ὑπεμίμνησκε τῶν τελευταίων ἐν τῷ βιβλίῳ περὶ αὐτῆς εἰρημένων, ὅτι μετρίαν καὶ ἄτυφον ἔφης αὐτὴν οὐκ ἀνατεινομένην ὑπὲρ τὸ ἀνθρώπινον μέτρον, ἀλλὰ πρόσγειον τὴν πτῆσιν ποιουμένην, ὁ δὲ ταῦτα εἰπὼν ὑπὲρ αὐτὸν τὸν οὐρανὸν ἀναβιβάζεις τὴν γυναῖκα, ὡς καὶ θεαῖς ἀπεικάζειν.