Λυκῖνος οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν. ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.