<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="21"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα <corr>πειρᾶσθαι·</corr> ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν.</p><p rend="align(indent)">ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="22"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">φέρʼ οὖν, εἰ δοκεῖ, πρόσαγε τοῖς ὑπʼ ἐμοῦ εἰρημένοις τοὺς κανόνας ἀμφοτέρους, ὡς μάθῃς εἴτε τούτῳ εἴτʼ ἐκείνῳ ἐοίκασιν. ἐγὼ γὰρ εἰ μέν τινα ἄμορφον οὖσαν ἔφην τῷ ἐν Κνίδῳ ἀγάλματι ὁμοίαν, γόης ἂν καὶ τοῦ Κυναίθου κολακικώτερος ὄντως <corr>νομιζοίμην·</corr> εἰ δὲ τοιαύτην ὑπάρχουσαν οἵαν πάντες ἴσασιν, οὐ πάνυ ἐκ πολλοῦ διαστήματος ἦν τὸ τόλμημα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="23"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">τάχʼ ἂν οὖν<note xml:lang="mul" type="footnote" n="v.4.p.326.n.1">Τάχ' ἂν οὖν Text Fritzsche: τάχα ὃ νῦν MSS.</note> φαίης, μᾶλλον δὲ ἤδη εἴρηκας, <q> ἐπαινεῖν μέν σοι εἰς τὸ κάλλος ἐφείσθω· ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον οὖσαν.</q> ἐγὼ δὲ — ἤδη γάρ με προάξεται τἀληθὲς εἰπεῖν — οὐ θεαῖς σε,<note xml:lang="mul" type="footnote" n="v.4.p.326.n.2">σε Jensius: γε MSS.</note> ὦ βελτίστη, εἴκασα, τεχνιτῶν δὲ ἀγαθῶν δημιουργήμασιν λίθου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις· τὰ δὲ ὑπʼ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις <pb n="v.4.p.328"/> εἰκάζειν. ἐκτὸς εἰ μὴ σὺ τοῦτο εἶναι τὴν Ἀθηνᾶν ὑπείληφας τὸ ὑπὸ Φειδίου πεπλασμένον ἢ τοῦτο τὴν οὐρανίαν Ἀφροδίτην ὃ ἐποίησεν Πραξιτέλης ἐν Κνίδῳ οὐ πάνυ πολλῶν ἐτῶν. ἀλλʼ ὅρα μὴ ἄσεμνον ᾖ τὰ τοιαῦτα περὶ τῶν θεῶν δοξάζειν, ὧν τάς γε<note xml:lang="mul" type="footnote" n="v.4.p.328.n.1">γε Fritzsche: τε MSS.</note> ἀληθεῖς εἰκόνας ἀνεφίκτους εἶναι ἀνθρωπίνῃ μιμήσει ἔγωγε ὑπολαμβάνω.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="24"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">εἰ δὲ καὶ ὅτι μάλιστά σε αὐταῖς ἐκείναις εἴκασα, οὐκ ἐμὸν τοῦτο, οὐδὲ ἐγὼ πρῶτος ταύτην ἐτεμόμην τὴν ὁδόν, ἀλλὰ πολλοὶ καὶ ἀγαθοὶ ποιηταί, καὶ μάλιστα ὁ πολίτης ὁ σὸς Ὅμηρος, ὃν καὶ νῦν ἀναβιβάσομαι συναγορεύσοντά μοι, ἢ οὐδεμία μηχανὴ μὴ οὐχὶ καὶ αὐτὸν σὺν ἐμοὶ ἁλῶναι.</p><p rend="align(indent)">ἐρήσομαι τοίνυν αὐτόν, μᾶλλον δὲ σὲ ὑπὲρ αὐτοῦ — καὶ γὰρ διαμνημονεύεις εὖ ποιοῦσα τὰ χαριέστατα τῶν ἐρραψῳδημένων αὐτῷ — τί σοι ἐκεῖνος<note xml:lang="mul" type="footnote" n="v.4.p.328.n.2">ἐκεῖνος Fritzsche: ἐκεῖνο MSS.</note> δοκεῖ, ὁπόταν περὶ τῆς αἰχμαλώτου λέγῃ τῆς Βρισηΐδος ὅτι χρυσῇ Ἀφροδίτῃ ἰκέλη ἐπένθει τὸν Πάτροκλον; εἶτα μετὰ μικρόν, ὡς οὐχ ἱκανὸν εἰ μόνῃ τῇ Ἀφροδίτῃ ἐοικυῖα ἔσται, <quote rend="blockquote">εἶπε δʼ ἄρα — <corr>φησίν</corr> — κλαίουσα γυνὴ εἰκυῖα θεῇσιν.</quote></p><p rend="align(indent)">ὁπόταν οὖν τὰ τοιαῦτα λέγῃ, μισεῖς κἀκεῖνον καὶ ἀπορρίπτεις τὸ βιβλίον, ἢ δίδως αὐτῷ ἐλευθεριάζειν ἐν τῷ ἐπαίνῳ; ἀλλὰ κἂν σὺ μὴ δῷς, <corr>ὅ</corr> γε τοσοῦτος αἰὼν δέδωκεν, οὐδʼ ἔστιν ὅστις αὐτὸν ἐπὶ τούτῳ ᾐτιάσατο, οὐδὲ ὁ μαστίξαι τολμήσας <pb n="v.4.p.330"/> αὐτοῦ τὴν εἰκόνα οὐδʼ ὁ τὰ νόθα ἐπισημηνάμενος τῶν ἐπῶν ἐν τῇ παραγραφῇ τῶν ὀβελῶν.</p><p rend="align(indent)">εἶτα ἐκείνῳ μὲν ἐφεθήσεται βάρβαρον γυναῖκα, καὶ ταῦτα κλαίουσαν, τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσαι, ἐγὼ δʼ, ἵνα μὴ τὸ κάλλος εἴπω, διότι μὴ ἀνέχῃ ἀκούουσα, οὐκ ἂν παραβάλλοιμι θεῶν εἰκόσι γυναῖκα φαιδρὰν καὶ μειδιῶσαν τὰ πολλά, ὅπερ θεοῖς ὅμοιον ἄνθρωποι ἔχουσιν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="25"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἐπὶ μέν γε τοῦ Ἀγαμέμνονος ὅρα ὅσην αὐτὸς φειδὼ ἐποιήσατο τῶν θεῶν καὶ ὡς ἐταμιεύσατο τὰς εἰκόνας εἰς τὸ <corr>σύμμετρον·</corr> ὡς ὄμματα μέν φησιν καὶ κεφαλὴν ἴκελον αὐτὸν εἶναι τῷ Διί, τῷ Ἄρεϊ δὲ τὴν ζώνην, στέρνον δὲ τῷ Ποσειδῶνι, διαιρῶν τὸν ἄνθρωπον κατὰ μέλη πρὸς τοσούτων θεῶν εἰκόνας· καὶ αὖ πάλιν βροτολοιγῷ Ἄρεΐ φησίν τινʼ<note xml:lang="mul" type="footnote" n="v.4.p.330.n.1">τινʼ inserted by Harmon, following du Soul's hint that the name Hector had fallen out.</note> ὅμοιον εἶναι καὶ ἄλλον ἄλλῳ, θεοειδῆ τὸν Φρύγα τὸν τοῦ Πριάμου, καὶ θεοείκελον πολλάκις τὸν Πηλέως.</p><p rend="align(indent)">ἀλλὰ ἐπάνειμι αὖθις ἐπὶ τὰ γυναικεῖα τῶν <corr>παραδειγμάτων·</corr> ἀκούεις γὰρ δή που αὐτοῦ λέγοντος <quote rend="blockquote"> Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</quote> καὶ <quote rend="blockquote">οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος.</quote> </p></sp></div></div></body></text></TEI>