Πολύστρατος μέχρι γὰρ τοῦδε οἱ ἔπαινοι ἀνεκτοί εἰσιν εἰς ὅσον ἂν ὁ ἐπαινούμενος γνωρίζῃ ἕκαστον τῶν λεγομένων προσὸν ἑαυτῷ· τὸ δὲ ὑπὲρ τοῦτο ἀλλότριον ἤδη καὶ κολακεία σαφής. καίτοι πολλούς, ἔφη, οἶδα χαίροντας, εἴ τις αὐτοὺς ἐπαινῶν καὶ ἃ μὴ ἔχουσιν προσάπτοι τῷ λόγῳ, οἷον εἰ γέροντας ὄντας εὐδαιμονίζοι τῆς ἀκμῆς ἢ ἀμόρφοις οὖσι τὸ Νιρέως κάλλος ἢ τὸ Φάωνος περιθείη· οἴονται γὰρ ὑπὸ τῶν ἐπαίνων ἀλλαγήσεσθαι σφίσι καὶ τὰς μορφὰς καὶ αὐτοὶ ἀνηβήσειν αὖθις, ὥσπερ ὁ Πελίας ᾤετο.