<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="14"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες· ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη <corr>διαδεδομένον·</corr> ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ <corr>ἐπαινούντων·</corr> ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις <corr>δοκοῦν·</corr> οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.1">ὑπάρχειν vulg.; ὑπάρχει MSS.</note> τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ.<note xml:lang="mul" type="footnote" n="v.4.p.310.n.2">ᾖ Jacobs: ἦν MSS.</note> <pb n="v.4.p.312"/> Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="15"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν<note xml:lang="mul" type="footnote" n="v.4.p.312.n.1">τοσαύτην vulg.: ταύτην MSS.</note> τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν <corr>ἐποιήσατε,</corr> καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος <corr>οὔτε</corr> ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε.</p><p rend="align(indent)"> πότερα δʼ οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην; </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἤνπερ ἔχῃς τι δίκαιον <corr>εἰπεῖν·</corr> οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλʼ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.  </p></sp></div><pb n="v.4.p.314"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἀλλὰ ἐκεῖνο ἀνιαρόν, ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους· μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπʼ ἐντολῆς ἀπολογήσασθαι. ἀλλʼ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρʼ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> θάρρει, ὦ Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν. ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν. καὶ παρʼ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> μηδαμῶς, ὦ Λυκῖνε, ἀλλʼ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτʼ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, ὦ Πολύστρατε, ἡ μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρʼ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι. καίτοι — οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέπονθα — οὐκ <pb n="v.4.p.316"/> οἶδʼ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν. ἄρξομαι δʼ ὅμως· οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ· φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής. ὥστε θαρρῶν λέγε τὸν λόγον. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας οὐχ ὁρῶ ὅ τι τηλικοῦτον ἐπῄνεσα, ἡλίκον αὐτὴ σὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη. σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη, εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα ὑπʼ ἀγνοίας με <corr>διαλαθοῦσαν·</corr> οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην. ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι. σκόπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς· ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν. ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώσασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν.</p><pb n="v.4.p.318"/><p rend="align(indent)">Ἐπʼ ἐκείνῳ<note xml:lang="mul" type="footnote" n="v.4.p.318.n.1">εκείνῳ Fritzsche: ἐκείνων MSS.</note> μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν <corr>ὁμολογῶ·</corr> ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν <corr>ἀλήθειαν·</corr> τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλʼ αἰδεῖσθαι ἐπʼ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν. πλὴν ἀλλὰ <corr>ὅσῳπερ</corr> ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο, <q>εἰ δόξης,</q> ἔφη, <q> καταφρονήσειε.</q> φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με, <q> τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι;</q> <q>ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.</q> </p></sp></div></div></body></text></TEI>