Πολύστρατος κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο. ἀκούω, ἔφη, πολλῶν λεγόντων — εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε — μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως. ὥστε ὅρα, ἔφη, μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα. Πολύστρατος ταῦτα μὲν ἔλεγεν ἐκείνη. σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ θεῖον· ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ. καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν. καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι ἔδοξε Seager: εἰπεῖν ἔδοξε MSS. ἔδοξε. τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων ἐνεώρων Text Guyet: ἐπχημμέλησα ἐνορῶν MSS. τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα. Πολύστρατος τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς θεάς; ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον· οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν· ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, ὡς τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ δρᾶν· σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον. Πολύστρατος ὥστε τὸ ἄγαν τοῦτο καὶ ἐπίφθονον ἀφαίρει, ὦ Λυκῖνε. οὐ γὰρ πρὸς τοῦ σοῦ τρόπου τὸ τοιοῦτον, ὃς οὐδὲ ἄλλως ῥᾴδιος πρὸς τοὺς ἐπαίνους καὶ πρόχειρος ὢν ἐτύγχανες· ἀλλὰ νῦν οὐκ οἶδʼ ὅπως ἀθρόαν πεποίησαι τὴν μεταβολὴν ἐπιδαψιλευόμενος καὶ ἐκ τοῦ τέως φειδομένου ἄσωτος ἐν τοῖς ἐπαίνοις ἀναπέφηνας. ἀλλὰ μηδὲ ἐκεῖνο αἰσχυνθῇς, εἰ μεταρρυθμιεῖς τὸν λόγον ἤδη διαδεδομένον· ἐπεὶ καὶ Φειδίαν φασὶν οὕτω ποιῆσαι, ὁπότε ἐξειργάσατο τοῖς Ἠλείοις τὸν Δία. στάντα γὰρ αὐτὸν κατόπιν τῶν θυρῶν, ὁπότε τὸ πρῶτον ἀναπετάσας ἐπεδείκνυεν τὸ ἔργον, ἐπακούειν τῶν αἰτιωμένων τι ἢ ἐπαινούντων· ᾐτιᾶτο δὲ ὁ μὲν τὴν ῥῖνα ὡς παχεῖαν, ὁ δὲ ὡς ἐπιμηκέστερον τὸ πρόσωπον, ὁ δὲ ἄλλος ἄλλο τι. εἶτʼ ἐπειδὴ ἀπηλλάγησαν οἱ θεαταί, αὖθις τὸν Φειδίαν ἐγκλεισάμενον ἑαυτὸν ἐπανορθοῦν καὶ ῥυθμίζειν τὸ ἄγαλμα πρὸς τὸ τοῖς πλείστοις δοκοῦν· οὐ γὰρ ἡγεῖτο μικρὰν εἶναι συμβουλὴν δήμου τοσούτου, ἀλλʼ ἀεὶ ἀναγκαῖον ὑπάρχειν ὑπάρχειν vulg.; ὑπάρχει MSS. τοὺς πολλοὺς περιττότερον ὁρᾶν τοῦ ἑνός, κἂν Φειδίας ᾖ. ᾖ Jacobs: ἦν MSS. Ταῦτά σοι παρʼ ἐκείνης κομίζω καὶ αὐτὸς παραινῶ ἑταῖρός τε καὶ εὔνους ὤν. Λυκῖνος Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην vulg.: ταύτην MSS. τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιήσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος οὔτε ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε. πότερα δʼ οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, ἢ κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, ἢ δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην; Πολύστρατος νὴ Δίʼ, ἤνπερ ἔχῃς τι δίκαιον εἰπεῖν· οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλʼ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης.