<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="10"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">καὶ ἑαυτὴν οὖν τὸ μὲν πλάσμα σου ἐπαινεῖν καὶ τὴν ἐπίνοιαν τῶν εἰκόνων, μὴ γνωρίζειν δὲ τὴν <corr>ὁμοιότητα·</corr> μὴ γὰρ εἶναι τῶν τηλικούτων ἀξίαν, μηδὲ ἐγγύς, ὅτι μηδὲ ἄλλην τινά, <corr>γυναῖκά</corr> γε <corr>οὖσαν·</corr> ὥστε ἀφίησί σοι ταύτην τὴν τιμὴν καὶ προσκυνεῖ σου τὰ ἀρχέτυπα καὶ παραδείγματα. σὺ δὲ τὰ <corr>ἀνθρώπινα</corr> ταῦτα ἐπαίνει αὐτήν, μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα, <q>μὴ καὶ ἐπιστομίσῃ με,</q> φησίν, <q>ἐμπεριπατοῦσαν αὐτῷ.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="11"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο. <q> ἀκούω,</q> ἔφη, <q> πολλῶν λεγόντων — εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε — μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως. ὥστε ὅρα,</q> ἔφη, <q>μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="12"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν ἔλεγεν ἐκείνη. σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ <pb n="v.4.p.308"/> ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ <corr>θεῖον·</corr> ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ. καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν. καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι<note xml:lang="mul" type="footnote" n="v.4.p.308.n.1">ἔδοξε Seager: εἰπεῖν ἔδοξε MSS.</note> ἔδοξε. τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων<note xml:lang="mul" type="footnote" n="v.4.p.308.n.2">ἐνεώρων Text Guyet: ἐπχημμέλησα ἐνορῶν MSS.</note> τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="13"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">τὸ δὴ ἄνθρωπον οὖσαν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι τί ἄλλο ἢ ἄντικρύς ἐστιν εὐτελίζειν τὰς <corr>θεάς;</corr> ἐν γὰρ τοῖς τοιούτοις οὐχ οὕτω τὸ μικρὸν μεῖζον γίγνεται τῇ παραθέσει, ὡς τὸ μεῖζον ἀπομικρύνεται πρὸς τὸ ταπεινότερον κατασπώμενον· οἷον εἴ τινες ἅμα βαδίζοιεν, ὁ μὲν μέγιστος, ὁ δὲ πάνυ τῇ ἡλικίᾳ χαμαίζηλος, εἶτα δεήσειεν ἀπισῶσαι αὐτοὺς ὡς μὴ ὑπερέχειν θατέρου τὸν ἕτερον, οὐ τοῦ βραχυτέρου ὑπερανατεινομένου τοῦτο γένοιτʼ ἄν, κἂν ὅτι μάλιστα ἀκροποδητὶ ἐπεγείρῃ ἑαυτόν· ἀλλʼ εἰ μέλλουσιν ὁμήλικες φανεῖσθαι, ὁ μείζων ἐκεῖνος ἐπικύψει καὶ ταπεινότερον ἀποφανεῖ ἑαυτόν. ὡσαύτως δὲ καὶ ἐν ταῖς τοιαύταις εἰκόσιν οὐχ οὕτως ἄνθρωπος <pb n="v.4.p.310"/> μείζων γίγνεται, ἤν τις αὐτὸν θεῷ ἀπεικάζῃ, <corr>ὡς</corr> τὸ θεῖον ἀνάγκη ἐλαττοῦσθαι πρὸς τὸ ἐνδέον ἐπικλώμενον. καὶ γὰρ εἰ μὲν ὑπὸ ἀπορίας τῶν ἐπιγείων ἐπὶ τὰ οὐράνια ἐκτείνοι τις τὸν λόγον, ἧττον ἂν ὁ τοιοῦτος αἰτίαν ἔχοι ὑπὸ ἀσεβείας αὐτὸ <corr>δρᾶν·</corr> σὺ δὲ τοσαῦτα ἔχων κάλλη γυναικῶν Ἀφροδίτῃ καὶ Ἥρᾳ εἰκάσαι αὐτὴν ἐτόλμησας οὐδὲν δέον.</p></sp></div></div></body></text></TEI>