<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg040.perseus-grc2" n="1"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"><q>ἐγώ σοι, ὦ Αὐκῖνε,</q> φησὶν ἡ γυνή, <q>τὰ μὲν ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος· οὐ γὰρ ἂν οὕτως ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετʼ εὐνοίας συνέγραφε.<note xml:lang="mul" type="footnote" n="v.4.p.298.n.1">συνέγραφε vulg.: συνεγράφετο MSS</note> τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν. οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον, ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ ἥκιστα ἐλεύθεροι τὴν φύσιν· ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ. </q> </p></sp></div></div></body></text></TEI>