Πολύστρατος ἐγώ σοι, ὦ Αὐκῖνε, φησὶν ἡ γυνή, τὰ μὲν ἄλλα πολλὴν ἐνεῖδον τὴν εὔνοιαν πρὸς ἐμὲ καὶ τιμὴν ἐκ τοῦ συγγράμματος· οὐ γὰρ ἂν οὕτως ὑπερεπῄνει τις, εἰ μὴ καὶ μετʼ εὐνοίας συνέγραφε. συνέγραφε vulg.: συνεγράφετο MSS τὸ δὲ ἐμὸν ὡς ἂν εἰδῇς, τοιόνδε ἐστίν. οὐδὲ ἄλλως μὲν χαίρω τοῖς κολακικοῖς τὸν τρόπον, ἀλλά μοι δοκοῦσιν οἱ τοιοῦτοι γόητες εἶναι καὶ ἥκιστα ἐλεύθεροι τὴν φύσιν· ἐν δὲ τοῖς ἐπαίνοις μάλιστα, ὅταν τις ἐπαινῇ με φορτικὰς καὶ ὑπερμέτρους ποιούμενος τὰς ὑπερβολάς, ἐρυθριῶ τε καὶ ὀλίγου δεῖν ἐπιφράττομαι τὰ ὦτα καὶ τὸ πρᾶγμα χλεύῃ μᾶλλον ἢ ἐπαίνῳ ἐοικέναι μοι δοκεῖ. Πολύστρατος μέχρι γὰρ τοῦδε οἱ ἔπαινοι ἀνεκτοί εἰσιν εἰς ὅσον ἂν ὁ ἐπαινούμενος γνωρίζῃ ἕκαστον τῶν λεγομένων προσὸν ἑαυτῷ· τὸ δὲ ὑπὲρ τοῦτο ἀλλότριον ἤδη καὶ κολακεία σαφής. καίτοι πολλούς, ἔφη, οἶδα χαίροντας, εἴ τις αὐτοὺς ἐπαινῶν καὶ ἃ μὴ ἔχουσιν προσάπτοι τῷ λόγῳ, οἷον εἰ γέροντας ὄντας εὐδαιμονίζοι τῆς ἀκμῆς ἢ ἀμόρφοις οὖσι τὸ Νιρέως κάλλος ἢ τὸ Φάωνος περιθείη· οἴονται γὰρ ὑπὸ τῶν ἐπαίνων ἀλλαγήσεσθαι σφίσι καὶ τὰς μορφὰς καὶ αὐτοὶ ἀνηβήσειν αὖθις, ὥσπερ ὁ Πελίας ᾤετο. Πολύστρατος τὸ δὲ οὐχ οὕτως ἔχει· πολλοῦ γὰρ ἂν ὁ ἔπαινος ἦν τίμιος, εἴ τι καὶ ἔργον αὐτοῦ ἀπολαῦσαι δυνατὸν ἦν ἐκ τῆς τοιαύτης ὑπερβολῆς. νῦν δὲ ὅμοιόν μοι δοκοῦσιν, ἔφη, πάσχειν, ὥσπερ ἂν εἴ τινι ἀμόρφῳ προσωπεῖον εὔμορφον ἐπιθείη τις φέρων, ὁ δὲ μέγα ἐπὶ τῷ κάλλει φρονοίη, καὶ ταῦτα περιαιρετῷ ὄντι καὶ ὑπὸ τοῦ τυχόντος συντριβῆναι δυναμένῳ, ὅτε καὶ γελοιότερος ἂν γένοιτο αὐτοπρόσωπος φανείς, οἷος ὢν ὑφʼ οἵῳ κέκρυπτο· ἢ καὶ νὴ Δίʼ εἴ τις ὑποδησάμενος κοθόρνους μικρὸς αὐτὸς ὢν ἐρίζοι περὶ μεγέθους τοῖς ἀπὸ τοῦ ἰσοπέδου ὅλῳ πήχει ὑπερέχουσιν. Πολύστρατος ἐμέμνητο γὰρ καὶ τοιούτου τινός. ἔφη γυναῖκά τινα τῶν ἐπιφανῶν τὰ μὲν ἄλλα καλὴν καὶ κόσμιον, μικρὰν δὲ καὶ πολὺ τοῦ συμμέτρου ἀποδέουσαν, ἐπαινεῖσθαι πρός τινος ποιητοῦ ἐν ᾄσματι τά τε ἄλλα καὶ ὅτι καλή τε καὶ μεγάλη ἦν· αἰγείρῳ δʼ αὐτῆς εἴκαζεν ἐκεῖνος τὸ εὔμηκές τε καὶ ὄρθιον. τὴν μὲν δὴ γάνυσθαι τῷ ἐπαίνῳ καθάπερ αὐξανομένην πρὸς τὸ μέλος καὶ τὴν χεῖρα ἐπισείειν, τὸν ποιητὴν δὲ πολλάκις τὸ αὐτὸ ᾄδειν ὁρῶντα ὡς ἥδοιτο ἐπαινουμένη, ἄχρι δὴ τῶν παρόντων τινὰ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν αὐτῷ, πέπαυσο, ὦ οὗτος, μὴ καὶ ἀναστῆναι ποιήσῃς τὴν γυναῖκα. Πολύστρατος παραπλήσιον δὲ καὶ μακρῷ τούτου γελοιότερον Στρατονίκην ποιῆσαι τὴν Σελεύκου γυναῖκα. τοῖς γὰρ ποιηταῖς ἀγῶνα προθεῖναι αὐτὴν περὶ ταλάντου, ὅστις ἂν ἄμεινον ἐπαινέσαι αὐτῆς τὴν κόμην, καίτοι φαλακρὰ ἐτύγχανεν οὖσα καὶ οὐδὲ ὅσας ὀλίγας τὰς ἑαυτῆς τρίχας ἔχουσα. καὶ ὅμως οὕτω διακειμένη τὴν κεφαλήν, ἁπάντων εἰδότων ὅτι ἐκ νόσου μακρᾶς τὸ τοιοῦτον ἐπεπόνθει, ἤκουε τῶν καταράτων ποιητῶν ὑακινθίνας τὰς τρίχας αὐτῆς λεγόντων καὶ οὔλους τινὰς πλοκάμους ἀναπλεκόντων καὶ σελίνοις τοὺς μηδὲ ὅλως ὄντας εἰκαζόντων.