<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="9"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ταῦτα μὲν οὖν πλαστῶν καὶ γραφέων καὶ ποιητῶν παῖδες ἐργάσονται. ὃ δὲ πᾶσιν ἐπανθεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι Χάριτες καὶ ὁπόσοι Ἔρωτες περιχορεύοντες, τίς ἂν μιμήσασθαι δύναιτο; </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> θεσπέσιόν τι χρῆμα, ὦ Λυκῖνε, φὴς καὶ διιπετὲς ὡς ἀληθῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ γένοιτο. τί δὲ πράσσουσαν εἶδες αὐτήν; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> βιβλίον ἐν ταῖν χεροῖν εἶχεν εἰς δύο συνειλημένον, καὶ ἐῴκει τὸ μέν τι ἀναγιγνώσκεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι. μεταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδα ὅ τι· οὐ γὰρ εἰς ἐπήκοον ἐφθέγγετο. πλὴν <corr>μειδιάσασά</corr> γε, ὦ Πολύστρατε, ὀδόντας ἐξέφηνε πῶς ἂν εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμμέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους; εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου <corr>ἐπεφύκεσαν·</corr> ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθήματι. ὑπεφαίνοντο γοῦν, αὐτὸ δὴ τὸ τοῦ Ὁμήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ οἱ μὲν πλατύτεροι αὐτῶν, οἱ δὲ γυροί,<note xml:lang="mul" type="footnote" n="v.4.p.272.n.1">οἱ δὲ γυροὶ added from the margin of Γ.</note> οἱ δὲ <pb n="v.4.p.274"/> προέχοντες ἢ διεστηκότες οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ ὁμόχροια καὶ μέγεθος ἓν καὶ προσεχεῖς ὁμοίως, καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός. </p></sp></div></div></body></text></TEI>