Λυκῖνος ταῦτα μὲν οὖν πλαστῶν καὶ γραφέων καὶ ποιητῶν παῖδες ἐργάσονται. ὃ δὲ πᾶσιν ἐπανθεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι Χάριτες καὶ ὁπόσοι Ἔρωτες περιχορεύοντες, τίς ἂν μιμήσασθαι δύναιτο; Πολύστρατος θεσπέσιόν τι χρῆμα, ὦ Λυκῖνε, φὴς καὶ διιπετὲς ὡς ἀληθῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ γένοιτο. τί δὲ πράσσουσαν εἶδες αὐτήν; Λυκῖνος βιβλίον ἐν ταῖν χεροῖν εἶχεν εἰς δύο συνειλημένον, καὶ ἐῴκει τὸ μέν τι ἀναγιγνώσκεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι. μεταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδα ὅ τι· οὐ γὰρ εἰς ἐπήκοον ἐφθέγγετο. πλὴν μειδιάσασά γε, ὦ Πολύστρατε, ὀδόντας ἐξέφηνε πῶς ἂν εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμμέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους; εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν· ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθήματι. ὑπεφαίνοντο γοῦν, αὐτὸ δὴ τὸ τοῦ Ὁμήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ οἱ μὲν πλατύτεροι αὐτῶν, οἱ δὲ γυροί, οἱ δὲ γυροὶ added from the margin of Γ. οἱ δὲ προέχοντες ἢ διεστηκότες οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ ὁμόχροια καὶ μέγεθος ἓν καὶ προσεχεῖς ὁμοίως, καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός. Πολύστρατος ἔχʼ ἀτρέμας. συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης. Λυκῖνος νὴ Δία, καὶ στρατιώτας τινάς. Πολύστρατος τὴν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις. Λυκῖνος τί δέ ἐστιν αὐτῇ τοὔνομα; Πολύστρατος πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ ἐπέραστον· ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ· οἶσθα πολλάκις ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα. Λυκῖνος νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατʼ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.