Λυκῖνος τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστʼ οὐκέτʼ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρʼ ἑκάστης ἔχουσαν. Πολύστρατος καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο; Λυκῖνος οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον. Πολύστρατος εὖ λέγεις· καὶ δὴ παραλαβὼν δεικνύτω· ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ ἀπᾴδουσαν ἀπεργάσεται.