<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="22"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω· ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα„ καλλίω δὲ καὶ ἐρασμιωτέραν<note xml:lang="mul" type="footnote" n="v.4.p.292.n.3">καλλίων and ἐρασμιωτέρα MSS., corrected by du Soul.</note> ὑπʼ αὐτῷ<note xml:lang="mul" type="footnote" n="v.4.p.292.n.4">αὐτῷ vulg.: αὐτῶν MSS.</note> τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, <pb n="v.4.p.294"/> εὐδαιμονῆσαι, ὡς ἐπʼ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν <corr>αὐτόν·</corr> οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, <corr>χρυσείῃ</corr> μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ <q>οὐ δέμας οὐδὲ φυήν,</q> φησὶν Ὅμηρος, <q> οὔτʼ ἂρ <corr>φρένας</corr> οὔτε τι ἔργα.</q> </p></sp></div></div></body></text></TEI>