Λυκῖνος καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω· ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα„ καλλίω δὲ καὶ ἐρασμιωτέραν καλλίων and ἐρασμιωτέρα MSS., corrected by du Soul. ὑπʼ αὐτῷ αὐτῷ vulg.: αὐτῶν MSS. τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπʼ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν· οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείῃ μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ οὐ δέμας οὐδὲ φυήν, φησὶν Ὅμηρος, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα.