<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="2"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλʼ εἰπέ, τίς ἡ γυνή ἐστιν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται; πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι. </p></sp><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent)"> οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας <corr>ἐστίν·</corr> τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, <q> τοιαῦτα μέντοι,</q> ἔφη, <q>τὰ Σμυρναϊκὰ κάλλη· καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ <pb n="v.4.p.260"/> καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.</q> ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπʼ αὐτῇ. </p></sp></div></div></body></text></TEI>