Πολύστρατος δεύτερον δὲ καὶ τρίτον παράδειγμα Θεανώ τε ἐκείνη καὶ ἡ Λεσβία μελοποιός, καὶ Διοτίμα ἐπὶ ταύταις, ἡ μὲν τὸ μεγαλόνουν ἡ Θεανὼ συμβαλλομένη εἰς τὴν γραφήν, ἡ Σαπφὼ δὲ τὸ γλαφυρὸν τῆς προαιρέσεως· τῇ Διοτίμᾳ δὲ οὐχ ἃ Σωκράτης ἐπῄνεσεν αὐτὴν ἐοικυῖα ἔσται μόνον, ἀλλὰ καὶ τὴν ἄλλην σύνεσίν τε καὶ συμβουλίαν. τοιαύτη σοι καὶ αὕτη, Λυκῖνε, ἀνακείσθω ἡ εἰκών. Λυκῖνος νὴ Δίʼ, ὦ Πολύστρατε, θαυμάσιος οὖσα. σὺ δὲ ἄλλας γράφου. Πολύστρατος τὰς τὰς should probably be excised. τῆς χρηστότητος, ὦ ἑταῖρε, καὶ φιλανθρωπίας, ἣ τὸ ἥμερον ἐμφανιεῖ τοῦ τρόπου καὶ πρὸς τοὺς δεομένους προσηνές; εἰκάσθω οὖν καὶ αὐτὴ Θεανοῖ τε ἐκείνῃ τῇ Ἀντήνορος καὶ Ἀρήτῃ καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Ναυσικάᾳ, καὶ εἴ τις ἄλλη ἐν μεγέθει πραγμάτων ἐσωφρόνησε πρὸς τὴν τύχην. Πολύστρατος ἑξῆς δὲ μετὰ ταύτην ἡ τῆς σωφροσύνης αὐτῆς γεγράφθω καὶ τῆς πρὸς τὸν συνόντα εὐνοίας, ὡς κατὰ τὴν τοῦ Ἰκαρίου μάλιστα εἶναι τὴν σαόφρονα καὶ τὴν περίφρονα ὑπὸ τοῦ Ὁμήρου γεγραμμένην — τοιαύτην γὰρ τὴν τῆς Πηνελόπης εἰκόνα ἐκεῖνος ἔγραψεν — ἢ καὶ νὴ Δία κατὰ τὴν ὁμώνυμον αὐτῆς τὴν τοῦ Ἀβραδάτα, ἧς μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν. Λυκῖνος παγκάλην καὶ ταύτην, ὦ Πολύστρατε, ἀπειργάσω, καὶ σχεδὸν ἤδη τέλος σοι ἔχουσιν αἱ εἰκόνες· ἅπασαν γὰρ ἐπελήλυθας τὴν ψυχὴν κατὰ μέρη ἐπαινῶν.