<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg039.perseus-grc2" n="15"><sp><speaker>Πολύστρατος</speaker><p rend="align(indent) ; merge">τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν <corr>ἄξιον·</corr> πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. </p><p rend="align(indent)">μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν. σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν<note xml:lang="mul" type="footnote" n="v.4.p.282.n.1">συντελεσθέν: corrupt. An infinitive is wanted, e.g. συντιθέναι. The usual reading, γραφικῶς συντελεσθέν, leaves κάλλη τοσαῦτα floating.</note> κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλʼ αἱ <pb n="v.4.p.284"/> πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθʼ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις. ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δʼ <corr>οὖν·</corr> ὡς οὐκ ἔστιν <corr>ὅ</corr> τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι. </p></sp></div></div></body></text></TEI>