Πολύστρατος οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον. καὶ δὴ πεποιήσθω. αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς περὶ αὐτῆς N: not in γβ. μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. πᾶς πᾶς vulg.: πῶς MSS. δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλʼ οἷος γένοιτʼ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε τότε δὴ τότε du Soul τότε δὴ τίποτε MSS. ὥρα μὲν σιωπᾶν τάχιστα τάχιστα Jacobitz: ταῦτα MSS. ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.