Πολύστρατος ἀλλʼ, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν· τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. ἐγὼ δὲ συνήθης γάρ εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνὴς ὤν. καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ τὸ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκεκρίσθαι ταῦτα τοῦ σώματος· ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος θαυμάζοι. τὸ δʼ ἐντελὲς κάλλος, οἶμαι, τοῦτό ἐστιν, ὁπόταν εἰς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος. ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δʼ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξαμένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσθαι ἐλεγχόμενόν τε καὶ ἀσχημονοῦν καὶ παρʼ ἀξίαν συνὸν πονηρᾷ τινι δεσποίνῃ τῇ ψυχῇ. καὶ αἵ γε τοιαῦται ὅμοιαί μοι δοκοῦσιν τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος ἢ αἴλουρος. τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν. Οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, εἰ μὴ κεκόσμηται τοῖς δικαίοις κοσμήμασι, λέγω δὴ οὐκ ἐσθῆτι ἁλουργεῖ καὶ ὅρμοις, ἀλλʼ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ταύτης ὅρος ἐστίν. Λυκῖνος οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν, ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν. Πολύστρατος οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον. καὶ δὴ πεποιήσθω. αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς περὶ αὐτῆς N: not in γβ. μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. πᾶς πᾶς vulg.: πῶς MSS. δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλʼ οἷος γένοιτʼ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε τότε δὴ τότε du Soul τότε δὴ τίποτε MSS. ὥρα μὲν σιωπᾶν τάχιστα τάχιστα Jacobitz: ταῦτα MSS. ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν. Πολύστρατος Ὀρφεὺς δὲ καὶ Ἀμφίων, οἵπερ ἐπαγωγότατοι ἐγένοντο τῶν ἀκροατῶν, ὡς καὶ τὰ ἄψυχα ἐπικαλέσασθαι πρὸς τὸ μέλος, αὐτοὶ ἄν, οἶμαι, εἴ γε ἤκουσαν, καταλιπόντες ἂν τὰς κιθάρας παρεστήκεσαν σιωπῇ ἀκροώμενοι. τὸ γὰρ τῆς τε ἁρμονίας τὸ ἀκριβέστατον διαφυλάττειν, ὡς μὴ παραβαίνειν τι τοῦ ῥυθμοῦ, ἀλλʼ εὐκαίρῳ τῇ ἄρσει καὶ θέσει διαμεμετρῆσθαι τὸ ᾆσμα καὶ συνῳδὸν εἶναι τὴν κιθάραν καὶ ὁμοχρονεῖν τῇ γλώττῃ τὸ πλῆκτρον, καὶ τὸ εὐαφὲς τῶν δακτύλων καὶ τὸ εὐκαμπὲς τῶν μελῶν, πόθεν ἂν ταῦτα ὑπῆρχε τῷ Θρᾳκὶ ἐκείνῳ καὶ τῷ ἀνὰ τὸν Κιθαιρῶνα μεταξὺ βουκολοῦντι καὶ κιθαρίζειν μελετῶντι; ὥστε ἤν ποτε, ὦ Λυκῖνε, καὶ ᾀδούσης ἀκούῃς αὐτῆς, οὐκέτι τὸ τῶν Γοργόνων ἐκεῖνο ἔσῃ μόνον πεπονθώς, λίθος ἐξ ἀνθρώπου γενόμενος, ἀλλὰ καὶ τὸ τῶν Σειρήνων εἴσῃ ὁποῖόν τι ἦν· παρεστήξῃ γὰρ εὖ οἶδα κεκηλημένος, πατρίδος καὶ οἰκείων ἐπιλαθόμενος. καὶ ἢν κηρῷ ἐπιφράξῃ τὰ ὦτα, καὶ διὰ τοῦ κηροῦ διαδύσεταί σοι τὸ μέλος. τοιοῦτόν τι ἄκουσμά ἐστι, Τερψιχόρης τινὸς ἢ Μελπομένης ἢ Καλλιόπης αὐτῆς παίδευμα, μυρία τὰ θέλγητρα καὶ παντοῖα ἐν ἑαυτῷ ἔχον. ἑνί τε λόγῳ συνελὼν φαίην ἄν, τοιαύτης μοι τῆς ᾠδῆς ἀκούειν νόμιζε, οἵαν εἰκὸς εἶναι τὴν διὰ τοιούτων χειλῶν, διʼ ἐκείνων δὲ τῶν ὀδόντων ἐξιοῦσαν. ἑώρακας δὲ καὶ αὐτὸς ἥν φημι, ὥστε ἀκηκοέναι νόμιζε. Πολύστρατος τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν ἄξιον· πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμʼ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν. σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν συντελεσθέν: corrupt. An infinitive is wanted, e.g. συντιθέναι. The usual reading, γραφικῶς συντελεσθέν, leaves κάλλη τοσαῦτα floating. κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλʼ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθʼ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη. Λυκῖνος ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις. ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δʼ οὖν· ὡς οὐκ ἔστιν ὅ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.