Λυκῖνος ἀλλʼ ἦ τοιοῦτόν τι ἔπασχον οἱ τὴν Γοργὼ ἰδόντες οἷον ἐγὼ ἔναγχος ἔπαθον, ὦ Πολύστρατε, παγκάλην τινὰ γυναῖκα ἰδών· αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώπου σοι γεγονέναι πεπηγὼς ὑπὸ τοῦ θαύματος. Πολύστρατος Ἡράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα· σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε θᾶττον ἄν τις ὅλον τὸν Σίπυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύοντά γε πολλάκις ὥσπερ ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου. ἀτὰρ εἰπέ μοι, τίς ἡ λιθοποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστιν καὶ πόθεν, ὡς καὶ ἡμεῖς ἴδοιμεν· οὐ γάρ, οἶμαι, φθονήσεις ἡμῖν τῆς θέας οὐδὲ ζηλοτυπήσεις, εἰ μέλλοιμεν πλησίον που καὶ αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες. Λυκῖνος καὶ μὴν εὖ εἰδέναι χρή σε, ὡς κἂν ἐκ περιωπῆς μόνον ἀπίδῃς εἰς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάντων ἀκινητότερον ἀποφανεῖ. καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστιν καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις· εἰ δὲ κἀκείνη προσβλέψειέ σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς; ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ λίθος ἡ Ἡρακλεία δρᾷ τὸν σίδηρον. Πολύστρατος παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλʼ εἰπέ, τίς ἡ γυνή ἐστιν. Λυκῖνος οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται; πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι. Πολύστρατος οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο; Λυκῖνος οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστίν· τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, τοιαῦτα μέντοι, ἔφη, τὰ Σμυρναϊκὰ κάλλη· καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν. ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπʼ αὐτῇ. Πολύστρατος οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ· τάχα γὰρ ἂν οὕτως γνωρίσαιμι. Λυκῖνος ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας; οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης· ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης. Πολύστρατος ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν; οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ. Λυκῖνος καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα. Πολύστρατος πῶς τοῦτο φής; ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες; Λυκῖνος ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι. Πολύστρατος ἐρώτα μόνον. Λυκῖνος ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων; Πολύστρατος καὶ μάλα. Λυκῖνος οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν; Πολύστρατος νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον. Λυκῖνος ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι. τοῦτο μέντοι μέντοι Lehmann: μέν σοι MSS. ἄλλως ἱστορείσθω. σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας. Πολύστρατος ἦ πάντων γʼ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον. Λυκῖνος ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι. Πολύστρατος εἶδον κἀκείνην πολλάκις. Λυκῖνος ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας; Πολύστρατος τί δʼ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ. Λυκῖνος τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστʼ οὐκέτʼ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρʼ ἑκάστης ἔχουσαν. Πολύστρατος καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο; Λυκῖνος οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον. Πολύστρατος εὖ λέγεις· καὶ δὴ παραλαβὼν δεικνύτω· ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ ἀπᾴδουσαν ἀπεργάσεται.