ἤδη δὲ πώγωνος ὁ Ἀλέξανδρος πιμπλάμενος καὶ τοῦ Τυανέως ἐκείνου ἀποθανόντος ἐν ἀπορίᾳ καθεστώς, ἀπηνθηκυίας ἅμα τῆς ὥρας, ἀφʼ ἧς τρέφεσθαι ἐδύνατο, οὐκέτι μικρὸν οὐδὲν ἐπενόει, ἀλλὰ κοινωνήσας Βυζαντίῳ τινὶ χορογράφῳ τῶν καθιέντων εἰς τοὺς ἀγῶνας, πολὺ καταρατοτέρῳ τὴν φύσιν — Κοκκωνᾶς δέ, οἶμαι, ἐπεκαλεῖτο — περιῄεσαν γοητεύοντες καὶ μαγγανεύοντες καὶ τοὺς παχεῖς τῶν ἀνθρώπων — οὕτως γὰρ αὐτοὶ τῇ πατρίῳ τῶν μάγων φωνῇ τοὺς πολλοὺς τοὺς πλουσίους g, editors since Bekker. But cf. 9: παχέων καὶ ἠλιθίῶν, 17 παχέσι καὶ ἀπαιδεύτοις. ὀνομάζουσιν — ἀποκείροντες. ἐν δὴ τούτοις καὶ Μακέτιν γυναῖκα πλουσίαν, ἔξωρον μέν, ἐράσμιον δὲ ἔτι εἶναι βουλομένην, ἐξευρόντες ἐπεσιτίσαντό τε τὰ ἀρκοῦντα παρʼ αὐτῆς καὶ ἠκολούθησαν ἐκ τῆς Βιθυνίας εἰς τὴν Μακεδονίαν. Πελλαία δὲ ἦν ἐκείνη, πάλαι μὲν εὐδαίμονος χωρίου κατὰ τοὺς τῶν Μακεδόνων βασιλέας, νῦν δὲ ταπεινοῦ ταπεινοῦ Bekker: ταπεινοὺς MSS. καὶ ὀλιγίστους οἰκήτορας ἔχοντος. ἐνταῦθα ἰδόντες δράκοντας παμμεγέθεις, ἡμέρους πάνυ καὶ τιθασούς, ὡς καὶ ὑπὸ γυναικῶν τρέφεσθαι καὶ παιδίοις συγκαθεύδειν καὶ πατουμένους ἀνέχεσθαι καὶ θλιβομένους μὴ ἀγανακτεῖν καὶ γάλα πίνειν ἀπὸ θηλῆς κατὰ ταὐτὰ τοῖς βρέφεσι — πολλοὶ δὲ γίγνονται παρʼ αὐτοῖς τοιοῦτοι, ὅθεν καὶ τὸν περὶ τῆς Ὀλυμπιάδος μῦθον διαφοιτῆσαι πάλαι εἰκός, ὁπότε ἐκύει τὸν Ἀλέξανδρον, δράκοντός τινος, οἶμαι, τοιούτου συγκαθεύδοντος αὐτῇ — ὠνοῦνται τῶν ἑρπετῶν ἓν κάλλιστον ὀλίγων ὀβολῶν. καὶ κατὰ τὸν Θουκυδίδην ἄρχεται ὁ πόλεμος ἐνθένδε ἤδη. ὡς γὰρ ἂν δύο κάκιστοι καὶ μεγαλότολμοι καὶ πρὸς τὸ κακουργεῖν προχειρότατοι εἰς τὸ αὐτὸ συνελθόντες, ῥᾳδίως κατενόησαν τὸν τῶν ἀνθρώπων βίον ὑπὸ δυοῖν τούτοιν μεγίστοιν τυραννούμενον, ἐλπίδος καὶ φόβου, καὶ ὅτι ὁ τούτων ἑκατέρῳ εἰς δέον χρήσασθαι δυνάμενος τάχιστα πλουτήσειεν ἄν· ἀμφοτέροις γάρ, τῷ τε δεδιότι καὶ τῷ ἐλπίζοντι, ἑώρων τὴν πρόγνωσιν ἀναγκαιοτάτην τε καὶ ποθεινοτάτην οὖσαν, καὶ Δελφοὺς οὕτω πάλαι πλουτῆσαι καὶ ἀοιδίμους γενέσθαι καὶ Δῆλον καὶ Κλάρον καὶ Βραγχίδας, τῶν ἀνθρώπων ἀεὶ διʼ οὓς προεῖπον τυράννους, τὴν ἐλπίδα καὶ τὸν φόβον, φοιτώντων εἰς τὰ ἱερὰ καὶ προμαθεῖν τὰ μέλλοντα δεομένων, καὶ διʼ αὐτὸ ἑκατόμβας θυόντων καὶ χρυσᾶς πλίνθους ἀνατιθέντων. ταῦτα πρὸς ἀλλήλους στρέφοντες καὶ κυκῶντες μαντεῖον συστήσασθαι καὶ χρηστήριον ἐβουλεύοντο· εἰ γὰρ τοῦτο προχωρήσειεν αὐτοῖς, αὐτίκα πλούσιοί τε καὶ εὐδαίμονες ἔσεσθαι ἤλπιζον — ὅπερ ἐπὶ μεῖζον ἢ κατὰ τὴν πρώτην προσδοκίαν ἀπήντησεν αὐτοῖς καὶ κρεῖττον διεφάνη τῆς ἐλπίδος. τοὐντεῦθεν τὴν σκέψιν ἐποιοῦντο, πρῶτον μὲν περὶ τοῦ χωρίου, δεύτερον δὲ ἥτις ἡ ἀρχὴ καὶ ὁ τρόπος ἂν γένοιτο τῆς ἐπιχειρήσεως. ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Καλχηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι καὶ εὔκαιρον χωρίον, καὶ εὔκαιρον χωρίον Harmon: καὶ ἐμπόρων χωρίον MSS. ὡς ἐμπόρπν χωρίον Schaefer, Cf. Jup. Trag. 14; εὔκαιρον γ, εὔπορον β; and for the use of the word in connection with places, Polybius 1, 18, 4; 4,; 38, 1; 4, 44, 1. τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾳ πρόσοικον, οὐχ ἑκὰς οὐδὲ τῆς Ἀσίας καὶ Γαλατίας καὶ τῶν ὑπερκειμένων ἐθνῶν ἁπάντων· ὁ δὲ Ἀλέξανδρος ἔμπαλιν τὰ οἴκοι προὔκρινεν, λέγων ὅπερ ἀληθὲς ἦν, πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων, οἵους τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ Ἀβώνου τεῖχος, δεισιδαίμονας τοὺς πολλοὺς καὶ πλουσίους, καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος, κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος, αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέποντας. οὐκ ὀλίγης οὐκ ὀλίγης G. Hermann: ὀλίγης MSS. δὲ τῆς περὶ τοῦτο στάσεως αὐτοῖς γενομένης τέλος ἐνίκησεν ὁ Ἀλέξανδρος, καὶ ἀφικόμενοι εἰς τὴν Χαλκηδόνα — χρήσιμον γάρ τι ὅμως ἡ πόλις αὐτοῖς ἔχειν ἔδοξε — ἐν τῷ Ἀπόλλωνος ἱερῷ, ὅπερ ἀρχαιότατόν ἐστι τοῖς Χαλκηδονίοις, κατορύττουσι δέλτους χαλκᾶς, λεγούσας ὡς αὐτίκα μάλα ὁ Ἀσκληπιὸς σὺν τῷ πατρὶ Ἀπόλλωνι μέτεισιν εἰς τὸν Πόντον καὶ καθέξει τὸ τοῦ Ἀβώνου τεῖχος. αὗται αἱ δέλτοι ἐξεπίτηδες εὑρεθεῖσαι διαφοιτῆσαι ῥᾳδίως τὸν λόγον τοῦτον εἰς πᾶσαν τὴν Βιθυνίαν καὶ τὸν Πόντον ἐποίησαν, καὶ πολὺ πρὸ τῶν ἄλλων εἰς τὸ τοῦ Ἀβώνου τεῖχος· κἀκεῖνοι γὰρ καὶ νεὼν αὐτίκα ἐψηφίσαντο ἐγεῖραι καὶ τοὺς θεμελίους ἤδη ἔσκαπτον. κἀνταῦθα ὁ μὲν Κοκκωνᾶς ἐν Χαλκηδόνι καταλείπεται, διττούς τινας καὶ ἀμφιβόλους καὶ λοξοὺς χρησμοὺς συγγράφων, καὶ μετʼ ὀλίγον ἐτελεύτησε τὸν βίον, ὑπὸ ἐχίδνης, οἶμαι, δηχθείς.