εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας — μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη, ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ τὰς χεῖρας, δηλῶν ἐφʼ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ τὰ ὑπὸ τοῦ Ἀλεξάνδρου προστεταγμένα. καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς, ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται, ὀπίσω ἀπήλαυνον. ἔνθα ἐγὼ παραπλέοντας εὑρὼν Βοσποριανούς τινας, πρέσβεις παρʼ Εὐπάτορος τοῦ βασιλέως εἰς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως, καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον, καὶ δεξιῶν αὐτῶν τυχών, ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι εἰς τὴν Ἄμαστριν, παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν. τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσσόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν ἀμύνασθαι βουλόμενος, καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπου μιαρίαν, καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ἡρακλεώτου φιλοσόφου· ἀλλʼ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ Πόντου Αὔειτος Αὔειτος Burmeister: ἄνεκτος β, αὐτὸς γ ἐπέσχε, μονονουχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύσασθαι· διὰ γὰρ τὴν πρὸς Ῥουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι, καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα, κολάσαι αὐτόν. οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην οὐκ ἐν δέοντι θρασυνόμενος ἐφʼ οὕτω δικαστοῦ διακειμένου. ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ Ἀλεξάνδρου, τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ τοῦ Ἀβώνου τεῖχος καὶ Ἰωνόπολιν κληθῆναι, καὶ νόμισμα καινὸν κόψαι ἐγκεχαραγμένον τῇ μὲν τοῦ Γλύκωνος, κατὰ θάτερα δὲ Ἀλεξάνδρου, στέμματά τε τοῦ πάππου Ἀσκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ πατρομήτορος Περσέως ἔχοντος; προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν, εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν, οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν, ὡς Ποδαλειρίου υἱὸς διασαπεὶς τὸν πόδα μέχρι τοῦ βουβῶνος καὶ σκωλήκων ζέσας· ὅτεπερ καὶ ἐφωράθη φαλακρὸς ὤν, παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην, ὃ οὐκ ἂν ποιῆσαι ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφῃρημένης. τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο, ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη. ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου, καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν, ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ῥουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ προφητικῷ στέμματι. ἦν δὲ ἐν αὐτοῖς καὶ Παῖτος, ἰατρὸς τὴν τέχνην, πολιός τις, πολιός τις Harmon: πολίτης ὃς γβ: πολιὸς ὤν Fritzche. οὔτε ἰατρῷ πρέποντα οὔτε πολιῷ ἀνδρὶ ταῦτα ποιῶν. ἀλλʼ ὁ ἀγωνοθέτης Ῥουτιλιανὸς ἀστεφανώτους αὐτοὺς ἀπέπεμψεν αὐτῷ τὴν προφητείαν φυλάττων μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.