<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="52"><p rend="align(indent)"><note xml:lang="mul" type="footnote" n="v.4.p.240.n.1">καὶ βαρβάροις Chapters 51 and 52 transposed by Fritzsche.</note> Ἄλλῳ<note xml:lang="mul" type="footnote" n="v.4.p.240.n.2">ἄλλῳ A.M.H: ἄλλος βγ. But for οὔτε ὅλως β has οὔτε ἄλλῳ—the correction introduced in the wrong place.</note> πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω <q>ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="51"><p rend="align(indent)"> ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίως<note xml:lang="mul" type="footnote" n="v.4.p.240.n.3">οὐ ῥᾳδίως β.</note> ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν <corr>λύοιντό</corr> τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν· <quote rend="blockquote"><q>μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος.<note xml:lang="mul" type="footnote" n="v.4.p.240.n.4">φάος Text Γ: μορφεῦ· μάργουλος ἰσχιάγχνε χι φι φάος δα U (β group). B reads as U, but βάργονλος and δάος.</note></q></quote></p></div><pb n="v.4.p.242"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="53"><p rend="align(indent)"> ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων <corr>ἄκουσον·</corr> ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος, <quote rend="blockquote">Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.<note xml:lang="mul" type="footnote" n="v.4.p.242.n.1">Σαβαρδαλαχου μαλαχααττηαλος ἦν Text Γ: σαμαρδάχον μαλα ἄττης ἀλλοήν U, σαβαρδάχον μάλα ἄττης ἄλλο ἦν B.</note></quote></p><p rend="align(indent)"> Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν, <q> θεραπείας,</q> ἔφη, <q> αἰτήσων πρὸς ὀδύνην πλευροῦ</q> — <quote rend="blockquote">Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος<note xml:lang="mul" type="footnote" n="v.4.p.242.n.2">κέλητος Seidler: κελητοῦε γ, καὶ λητοῦς β.</note>·</quote> τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ<note xml:lang="mul" type="footnote" n="v.4.p.242.n.3">εἴτε οἱ Seager: εἰ δέοι β, εἴτε μοι γ</note> πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον· <quote rend="blockquote">μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμον<note xml:lang="mul" type="footnote" n="v.4.p.242.n.4">κατ' οἶμον vulg.: καθ' οἷμον βγ.</note> ὅδευε. </quote></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="54"><p rend="align(indent)"> πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· <q> τοῦ δεῖνος χρησμοὶ ὀκτώ,</q> ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις <pb n="v.4.p.244"/> πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· <q> πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος;</q> — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.</p><p rend="align(indent)"> ἅπερ ὕστερον αἰσθόμενος, καὶ ὅτι Ῥουτιλιανὸν ἐγὼ ἀπέτρεπον τοῦ γάμου καὶ τοῦ πάνυ προσκεῖσθαι ταῖς τοῦ χρηστηρίου ἐλπίσιν, ἐμίσει, ὡς τὸ εἰκός, καὶ ἔχθιστον ἡγεῖτο. καί ποτε περὶ ἐμοῦ ἐρομένῳ τῷ Ῥουτιλιανῷ ἔφη· <quote rend="blockquote">Νυκτιπλάνοις ὀάροις χαίρει κοίταις τε δυσάγνοις.</quote> καὶ ὅλως ἔχθιστος εἰκότως ἦν ἐγώ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="55"><p rend="align(indent)"> κἀπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ᾔσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός — ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν — αὐτίκα μεταστέλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ <corr>αὐτόν·</corr> συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσαι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δήγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.</p><p rend="align(indent)"> οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην <corr>προσεῖπον·</corr> ὁ δὲ πάνυ γεννικῶς <pb n="v.4.p.246"/> καρτερήσας κατέπαυέν τε αὐτοὺς καὶ ὑπισχνεῖτο τιθασόν με ῥᾳδίως ἀποφανεῖν καὶ δείξειν τὴν Γλύκωνος ἀρετήν, ὅτι καὶ τοὺς πάνυ τραχυνομένους φίλους ἀπεργάζεται. καὶ μεταστησάμενος ἅπαντας ἐδικαιολογεῖτο πρός με, λέγων πάνυ με εἰδέναι καὶ τὰ ὑπʼ ἐμοῦ Ῥουτιλιανῷ συμβουλευόμενα, καὶ <q>τί παθὼν ταῦτά με εἰργάσω, δυνάμενος ὑπʼ ἐμοῦ <corr>ἐπὶ</corr> μέγα προαχθῆναι παρʼ αὐτῷ;</q> κἀγὼ ἄσμενος ἤδη ἐδεχόμην τὴν φιλοφροσύνην ταύτην ὁρῶν οἷ κινδύνου καθειστήκειν, καὶ μετʼ ὀλίγον προῆλθον φίλος γεγενημένος. καὶ τοῦτο οὐ μικρὸν θαῦμα τοῖς ὁρῶσιν ἔδοξεν, οὕτω ῥᾳδία γενομένη μου ἡ μεταβολή. </p></div></div></body></text></TEI>