<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="41"><p rend="align(indent)"> προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας, ὡς ἀσεβὲς ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο. ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους <pb n="v.4.p.228"/> πέμπειν εἰς τριετίαν, ὑμνήσοντας παρʼ αὐτῷ τὸν θεόν, καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι· οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο, συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν. καὶ νόμον δὲ ἐπεποίητο, ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὐτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι, ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει, καὶ ἐκαλοῦντο οἱ ἐντὸς τοῦ φιλήματος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="42"><p rend="align(indent)"> τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ <corr>προσβλέψειεν·</corr> εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρʼ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="43"><p rend="align(indent)"> ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου· ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. <q> εἰπὲ γάρ μοι,</q> ἔφη, <q>ὦ δέσποτα Γλύκων, τίς εἶ;</q> <q>ἐγώ,</q> ἦ δʼ ὅς, <q> Ἀσκληπιὸς νέος.</q> <q>ἄλλος παρʼ ἐκεῖνον τὸν πρότερον; πῶς λέγεις;</q> <q>οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε.</q> <q>πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν;</q> <q> τρίτον πρὸς τοῖς χιλίοις.</q> <q>εἶτα ποῖ μεταστήσῃ; ἐς</q> <q> Βάκτρα καὶ τὴν ἐκεῖ <corr>γῆν·</corr> δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας <pb n="v.4.p.230"/> τῆς ἐμῆς.</q> <q> τὰ δʼ ἄλλα χρηστήρια, τὸ ἐν Διδύμοις καὶ τὸ ἐν Κλάρῳ καὶ τὸ ἐν Δελφοῖς, ἔχουσι τὸν πατέρα τὸν Ἀπόλλω χρησμῳδοῦντα, ἢ<note xml:lang="mul" type="footnote" n="v.4.p.230.n.1">ἕτι σου τὸν προπάτορα ἔχει τὸν Ἀπόλλω, ἢ β.</note> ψευδεῖς εἰσιν οἱ νῦν ἐκπίπτοντες ἐκεῖ χρησμοί;</q> <q> μηδὲ τοῦτο ἐθελήσῃς εἰδέναι· οὐ γὰρ θέμις.</q> <q> ἐγὼ δὲ τίς ἔσομαι μετὰ τὸν νῦν βίον;</q> <q> κάμηλος, εἶτα ἵππος, εἶτʼ ἀνὴρ σοφὸς καὶ προφήτης οὐ μείων Ἀλεξάνδρου.</q></p><p rend="align(indent)"> Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα·  <quote rend="blockquote">Μὴ πείθου Λεπίδῳ, ἐπεὶ ἦ λυγρὸς οἶτος ὀπηδεῖ. </quote>πάνυ γὰρ ἐδεδίει τὸν Ἐπίκουρον, ὡς προεῖπον, ὥς τινα ἀντίτεχνον καὶ ἀντισοφιστὴν τῆς μαγγανείας αὐτοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="44"><p rend="align(indent)"> ἕνα γοῦν τινα τῶν Ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν. ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλῃ τῇ φωνῇ· <q>σὺ μέντοι γε, ὦ Ἀλέξανδρε, τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, θηρίοις ὑπὸ σοῦ παραδοθέντων.</q> τοιοῦτον δέ τι <corr>ἐγεγένητο·</corr> ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν <pb n="v.4.p.232"/> πλεῦσαι, κἀπειδήπερ ἐβράδυνεν, οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ, οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα διεφθάρθαι τὸν νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν — πολλοὶ δὲ ἦσαν τότε — ἀνῃρῆσθαι, ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανισμόν. εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη, μεθʼ ἣν ἐπέστη ὁ νεανίσκος διηγούμενος τὴν ἀποδημίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="45"><p rend="align(indent)"> ὃ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ Ἀλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ καὶ μὴ φέρων τοῦ ὀνείδους τὴν ἀλήθειαν ἐκέλευεν τοὺς παρόντας λίθοις βάλλειν αὐτόν, ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ Ἐπικουρείους κληθήσεσθαι. τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν, τοῦ Πόντου πρῶτος, περιχυθεὶς ἐρρύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα, πάνυ δικαίως. τί γὰρ ἔδει μόνον φρονεῖν ἐν τοσούτοις μεμηνόσιν καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας; </p></div></div></body></text></TEI>