<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="26"><p rend="align(indent)"> πολλάκις μὲν οὖν, ὡς προεῖπον, ἔδειξε τὸν δράκοντα τοῖς δεομένοις, οὐχ ὅλον, ἀλλὰ τὴν <corr>οὐρὸν</corr> μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς, τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων. ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος, ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν θεόν, αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα. εἶτα οὐ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας, ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος, ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις, τῆς φωνῆς διὰ τοῦ ὀθονίνου ἐκείνου Ἀσκληπιοῦ προπιπτούσης.</p><p rend="align(indent)">ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι, καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην, ἀλλὰ τοῖς <pb n="v.4.p.212"/> εὐπαρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="27"><p> ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη· <quote rend="blockquote"><l>Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας </l><l>νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ </l><l>στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.</l></quote> εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου<note xml:lang="mul" type="footnote" n="v.4.p.212.n.1">Ὀσρόου Kuhn: Ὀθρύου β, Ὀθρυάδου γ. Cf. Hist. Conscrib. 15 and 21.</note> κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ· <quote rend="blockquote"><l>μὴ <corr>σύ</corr> γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον, </l><l>μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν </l><l>πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.</l></quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="28"><p rend="align(indent)"> καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν <pb n="v.4.p.214"/> ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν· <quote rend="blockquote"><l>Μηκέτι δίζησθαι νούσοιο λυγρῆς <corr>ἐπαρωγήν·</corr> </l><l>πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι.</l></quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="29"><p rend="align(indent)"> εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς <corr>λέγων·</corr> <quote rend="blockquote">Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς.</quote> καὶ <corr>πάλιν·</corr> <quote rend="blockquote">Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.</quote> καὶ αὖθις· <quote rend="blockquote">ἐς Μαλλὸν χώρει <corr>θεσπίσματά</corr> τʼ Ἀμφιλόχοιο.</quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg038.perseus-grc2" n="30"><p rend="align(indent)"> ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας. ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἱ μὲν αὐτοὶ ἰόντες, οἱ δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες· ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ῥουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς <pb n="v.4.p.216"/> καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ῥωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς, εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρʼ αὐτοῦ αἰτῶν.</p><p rend="align(indent)"> οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι. ἔπεμπε δʼ οὖν ἄλλους ἐπʼ ἄλλοις· οἱ δὲ πεμπόμενοι, ἰδιῶταί τινες οἰκέται, ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν, τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες<note xml:lang="mul" type="footnote" n="v.4.p.216.n.1">καὶ ὡς ἀκούσαντες γ, edd. But ὡς was added by someone who thought that καὶ was the conjunction. Its real force becomes apparent if one transposes thus: τὰ δὲ καὶ ἀκούσαντες ὡς ἰδόντες διηγούμενοι.</note> διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ. ἐξέκαιον οὖν τὸν ἄθλιον γέροντα καὶ εἰς μανίαν ἐρρωμένην ἐνέβαλον. </p></div></div></body></text></TEI>