τοιαῦτα μὲν τὰ φανερὰ καὶ τὰ ἔξω. ἰδίᾳ δὲ πάντα πράγματα ποιεῖν σοι δεδόχθω, κυβεύειν μεθύσκεσθαι λαγνεύειν μοιχεύειν, ἢ αὐχεῖν γε, κἂν μὴ ποιῇς, καὶ πρὸς ἅπαντας λέγειν καὶ γραμματεῖα ὑποδεικνύναι ὑπὸ γυναικῶν δῆθεν γραφέντα. καλὸς γὰρ εἶναι θέλε καὶ σοὶ μελέτω ὑπὸ τῶν γυναικῶν σπουδάζεσθαι δοκεῖν· εἰς τὴν ῥητορικὴν γὰρ καὶ τοῦτο ἀνοίσουσιν οἱ πολλοί, ὡς διὰ τοῦτό σου καὶ ἄχρι τῆς γυναικωνίτιδος εὐδοκιμοῦντος. καὶ τὸ δεῖνα δέ, μὴ αἰδεσθῇς, εἰ καὶ πρὸς ἀνδρῶν ἐπὶ τῷ ἑτέρῳ ἑταιρεῖν Bekker. ἐρᾶσθαι δοκοίης, καὶ ταῦτα γενειήτης ἢ καὶ νὴ Δία φαλακρὸς ἤδη ὤν. ἀλλʼ ἔστωσαν οἱ καὶ ἐπὶ τούτῳ συνόντες· ἢν δὲ μὴ ὦσιν, οἰκέται ἱκανοί. πολλὰ γὰρ καὶ ἐκ τοῦ τοιούτου πρὸς τὴν ῥητορικὴν χρήσιμα παραγίγνεται· πλείων ἡ ἀναισχυντία καὶ θράσος. ὁρᾷς ὡς λαλίστεραι αἱ γυναῖκες καὶ λοιδοροῦνται περιττῶς καὶ ὑπὲρ τοὺς ἄνδρας; εἰ δὴ τὰ ὅμοια πάσχοις, καὶ ταῦτα διοίσεις τῶν ἄλλων. καὶ μὴν καὶ πιττοῦσθαι χρή, μάλιστα μὲν τὰ πάντα, εἰ δὲ μή, πάντως ἐκεῖνα. καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται. δύναται δὲ οὐ σολοικίζειν μόνον καὶ βαρβαρίζειν οὐδὲ ληρεῖν ἢ ἐπιορκεῖν ἢ λοιδορεῖσθαι ἢ διαβάλλειν καὶ ψεύδεσθαι, ἀλλὰ καὶ νύκτωρ τι ἄλλο ὑποτελεῖν, καὶ μάλιστα ἢν πρὸς οὕτω πολλοὺς τοὺς ἔρωτας μὴ διαρκέσῃς. πάντα αὐτή γε ἐπιστάσθω καὶ γονιμωτέρα γιγνέσθω καὶ μηδὲν ἀποστρεφέσθω.