ὃ δὲ μέγιστον καὶ πρὸς τὸ εὐδοκιμεῖν ἀναγκαιότατον ὀλίγου δεῖν παρέλιπον, ἁπάντων καταγέλα τῶν λεγόντων. καὶ ἢν μέν τις καλῶς εἴπῃ, ἀλλότρια καὶ οὐχ ἑαυτοῦ δεικνύειν δοκείτω· ἢν δὲ μετρίως ἐλεγχθῇ, ἐλεγχθῇ Harmon, ἐνεχθῇ MSS. πάντα ἔστω ἐπιλήψιμα. καὶ ἐν ταῖς ἀκροάσεσι μετὰ πάντας εἰσιέναι χρή, ἐπίσημον γάρ· καὶ σιωπησάντων ἁπάντων ξένον τινὰ ἔπαινον ἐπειπεῖν τὰς ἀκοὰς τῶν παρόντων ἐπιστρέψοντα ἐπστρέψοντα Bekker: ἐπιστρέφοντα MSS. καὶ ἐνοχλήσοντα, ὡς ναυτιᾶν ἅπαντας ἐπὶ τῷ φορτικῷ τῶν ὀνομάτων καὶ ἐπιφράττεσθαι τὰ ὦτα. καὶ ἐπισείσῃς δὲ μὴ πολλάκις τὴν χεῖρα, εὐτελὲς γάρ, μηδʼ ἀναστῇς, πλὴν ἅπαξ γε ἢ δὶς τὸ πλεῖστον. ὑπομειδία δὲ τὰ πολλὰ καὶ δῆλος γίγνου μὴ ἀρεσκόμενος τοῖς λεγομένοις. ἀμφιλαφεῖς δὲ αἱ ἀφορμαὶ τῶν μέμψεων τοῖς συκοφαντικοῖς τὰ ὦτα. τὰ δ’ ἄλλα χρὴ θαρρεῖν· ἡ τόλμα γὰρ καὶ ἡ ἀναισχυντία καὶ ψεῦδος πρόχειρον καὶ ὅρκος ἐπʼ ἄκροις ἀεὶ τοῖς χείλεσι καὶ φθόνος πρὸς ἅπαντας καὶ μῖσος καὶ βλασφημία καὶ διαβολαὶ πιθαναί — ταῦτά σε ἀοίδιμον ἐν βραχεῖ καὶ περίβλεπτον ἀποφανεῖ.