<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg037.perseus-grc2" n="21"><p rend="align(indent)"> οἱ φίλοι δὲ ἀναπηδάτωσαν<note xml:lang="mul" type="footnote" n="v.4.p.162.n.1">ἀναπηδάτωσαν Sommerbrodt: πηδάτωσαν MSS.</note> ἀεὶ καὶ μισθὸν τῶν δείπνων ἀποτινέτωσαν, εἴ ποτε αἴσθοιντό σε καταπεσούμενον, χεῖρα ὀρέγοντες καὶ παρέχοντες εὑρεῖν τὸ λεχθησόμενον ἐν τοῖς μεταξὺ τῶν ἐπαίνων διαλείμμασι· καὶ γὰρ αὖ καὶ τοῦδε μελέτω σοι τὸν χορὸν ἔχειν οἰκεῖον καὶ συνᾴδοντα.</p><p rend="align(indent)"> ταῦτα μέν σοι τὰ ἐν τοῖς λόγοις. μετὰ ταῦτα δὲ προϊόντα σε δορυφορείτωσαν ἐγκεκαλυμμένον αὐτὸν καὶ περὶ ὧν ἔφης μεταξὺ διαλαμβάνοντα. καὶ ἤν τις ἐντύχῃ, θαυμάσια περὶ σαυτοῦ λέγε καὶ ὑπερεπαίνει καὶ ἐπαχθὴς γίγνου αὐτῷ. <q>τί γὰρ ὁ Παιανιεὺς πρὸς ἐμὲ;</q> καί, <q>πρὸς ἕνα ἴσως μοι τῶν παλαιῶν ὁ ἀγών</q> καὶ τὰ τοιαῦτα. </p></div></div></body></text></TEI>