<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="3"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ὑπουργητέον καὶ ταῦτά σοι· τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος ἀνὴρ βιάζοιτο; καὶ δὴ πρῶτά σοι δίειμι τὰ περὶ τῆς γνώμης τῆς ἐμῆς, ὅθεν ὡρμήθην πρὸς τὴν κατάβασιν. ἐγὼ γάρ, ἄχρι μὲν ἐν παισὶν ἦν, ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων οὐ μόνον τῶν ἡμιθέων, ἀλλὰ καὶ αὐτῶν ἤδη τῶν θεῶν, ἔτι δὲ καὶ μοιχείας αὐτῶν καὶ βίας καὶ ἁρπαγὰς καὶ δίκας καὶ πατέρων ἐξελάσεις καὶ ἀδελφῶν γάμους, πάντα ταῦτα ἐνόμιζον εἶναι καλὰ καὶ οὐ παρέργως ἐκινούμην πρὸς αὐτά. ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν <corr>ἠρξάμην,</corr> πάλιν αὖ ἐνταῦθα ἤκουον τῶν νόμων τἀναντία τοῖς ποιηταῖς κελευόντων, μήτε μοιχεύειν μήτε στασιάζειν μήτε ἁρπάζειν. ἐν μεγάλῃ οὖν <corr>καθειστήκειν</corr> ἀμφιβολίᾳ, οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ· οὔτε γὰρ ἄν ποτε τοὺς θεοὺς μοιχεῦσαι καὶ στασιάσαι πρὸς ἀλλήλους ἡγούμην εἰ μὴ ὡς περὶ καλῶν τούτων ἐγίγνωσκον, οὔτʼ ἂν τοὺς νομοθέτας τἀναντία παραινεῖν εἰ μὴ λυσιτελεῖν <pb n="v.4.p.80"/> ὑπελάμβανον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="4"><sp><speaker>Μένιππος</speaker><p rend="merge"> ἐπεὶ δὲ διηπόρουν, ἔδοξέ μοι ἐλθόντα παρὰ τοὺς καλουμένους τούτους φιλοσόφους ἐγχειρίσαι τε ἐμαυτὸν καὶ δεηθῆναι αὐτῶν χρῆσθαί μοι ὅ τι βούλοιντο καί τινα ὁδὸν ἁπλῆν καὶ βέβαιον ὑποδεῖξαι τοῦ βίου.</p><p rend="align(indent)">ταῦτα μὲν δὴ φρονῶν προσῄειν αὐτοῖς, ἐλελήθειν δʼ ἐμαυτὸν εἰς αὐτό, φασί, τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος. παρὰ γὰρ δὴ τούτοις μάλιστα εὕρισκον ἐπισκοπῶν τὴν ἄγνοιαν καὶ τὴν ἀπορίαν πλείονα, ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον.</p><p rend="align(indent)">ἀμέλει ὁ μὲν αὐτῶν παρῄνει τὸ πᾶν ἥδεσθαι καὶ μόνον τοῦτο ἐκ παντὸς μετιέναι· τοῦτο γὰρ εἶναι τὸ εὔδαιμον. ὁ δέ τις ἔμπαλιν, πονεῖν τὰ πάντα καὶ μοχθεῖν καὶ τὸ σῶμα καταναγκάζειν ῥυπῶντα καὶ αὐχμῶντα καὶ πᾶσι δυσαρεστοῦντα καὶ λοιδορούμενον, συνεχὲς ἐπιρραψῳδῶν τὰ πάνδημα ἐκεῖνα τοῦ Ἡσιόδου περὶ τῆς ἀρετῆς ἔπη καὶ τὸν ἱδρῶτα καὶ τὴν ἐπὶ τὸ ἄκρον ἀνάβασιν. ἄλλος καταφρονεῖν χρημάτων παρεκελεύετο καὶ ἀδιάφορον οἴεσθαι τὴν κτῆσιν αὐτῶν· ὁ δέ τις ἔμπαλιν ἀγαθὸν εἶναι καὶ τὸν πλοῦτον ἀπεφαίνετο. περὶ μὲν γὰρ τοῦ κόσμου τί χρὴ καὶ λέγειν; ὅς γε ἰδέας καὶ ἀσώματα καὶ ἀτόμους καὶ κενὰ καὶ τοιοῦτόν τινα ὄχλον ὀνομάτων ὁσημέραι παρʼ αὐτῶν ἀκούων ἐναυτίων. καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι περὶ τῶν ἐναντιωτάτων ἕκαστος αὐτῶν λέγων σφόδρα νικῶντας καὶ πιθανοὺς λόγους ἐπορίζετο, ὥστε μήτε τῷ θερμὸν τὸ αὐτὸ πρᾶγμα λέγοντι μήτε τῷ ψυχρὸν <pb n="v.4.p.82"/>  ἀντιλέγειν ἔχειν, καὶ ταῦτʼ εἰδότα σαφῶς ὡς οὐκ ἄν ποτε θερμὸν εἴη τι καὶ ψυχρὸν ἐν ταὐτῷ χρόνῳ. ἀτεχνῶς οὖν ἔπασχον τοῖς νυστάζουσι τούτοις ὅμοιον, ἄρτι μὲν ἐπινεύων, ἄρτι δὲ ἀνανεύων ἔμπαλιν.</p></sp></div></div></body></text></TEI>