Μένιππος τοιγάρτοι ἐκεῖνα ὁρῶντί μοι ἐδόκει ὁ τῶν ἀνθρώπων βίος πομπῇ τινι μακρᾷ προσεοικέναι, χορηγεῖν δὲ καὶ διατάττειν ἕκαστα ἡ Τύχη, διάφορα καὶ ποικίλα τοῖς πομπευταῖς τὰ σχήματα προσάπτουσα· τὸν μὲν γὰρ λαβοῦσα, εἰ τύχοι, βασιλικῶς διεσκεύασεν, τιάραν τε ἐπιθεῖσα καὶ δορυφόρους παραδοῦσα καὶ τὴν κεφαλὴν στέψασα τῷ διαδήματι, τῷ δὲ οἰκέτου σχῆμα περιέθηκεν· τὸν δέ τινα καλὸν εἶναι ἐκόσμησεν, τὸν δὲ ἄμορφον καὶ γελοῖον παρεσκεύασεν· παντοδαπὴν γάρ, οἶμαι, δεῖ γενέσθαι τὴν θέαν. πολλάκις δὲ καὶ διὰ μέσης τῆς πομπῆς μετέβαλε τὰ ἐνίων σχήματα οὐκ ἐῶσα εἰς τέλος διαπομπεῦσαι ὡς ἐτάχθησαν, ἀλλὰ μεταμφιέσασα τὸν μὲν Κροῖσον ἠνάγκασε τὴν τοῦ οἰκέτου καὶ αἰχμαλώτου σκευὴν ἀναλαβεῖν, τὸν δὲ Μαιάνδριον τέως ἐν τοῖς οἰκέταις πομπεύοντα τὴν τοῦ Πολυκράτους τυραννίδα μετενέδυσε. καὶ μέχρι μέν τινος εἴασε χρῆσθαι τῷ σχήματι· ἐπειδὰν δὲ ὁ τῆς πομπῆς καιρὸς παρέλθῃ, τηνικαῦτα ἕκαστος ἀποδοὺς τὴν σκευὴν καὶ ἀποδυσάμενος τὸ σχῆμα μετὰ τοῦ σώματος ἐγένετο οἷόσπερ ἦν πρὸ τοῦ γενέσθαι, μηδὲν τοῦ πλησίον διαφέρων. ἔνιοι δὲ ὑπʼ ἀγνωμοσύνης, ἐπειδὰν ἀπαιτῇ τὸν κόσμον ἐπιστᾶσα ἡ Τύχη, ἄχθονταί τε καὶ ἀγανακτοῦσιν ὥσπερ οἰκείων τινῶν στερισκόμενοι καὶ οὐχ ἃ πρὸς ὀλίγον ἐχρήσαντο ἀποδιδόντες. οἶμαι δέ σε καὶ τῶν ἐπὶ τῆς σκηνῆς πολλάκις ἑωρακέναι τοὺς τραγικοὺς ὑποκριτὰς τούτους πρὸς τὰς χρείας τῶν δραμάτων ἄρτι μὲν Κρέοντας, ἐνίοτε δὲ Πριάμους γιγνομένους ἢ Ἀγαμέμνονας, καὶ ὁ αὐτός, εἰ τύχοι, μικρὸν ἔμπροσθεν μάλα σεμνῶς τὸ τοῦ Κέκροπος ἢ Ἐρεχθέως σχῆμα μιμησάμενος μετʼ ὀλίγον οἰκέτης προῆλθεν ὑπὸ τοῦ ποιητοῦ κεκελευσμένος. ἤδη δὲ πέρας ἔχοντος τοῦ δράματος ἀποδυσάμενος ἕκαστος αὐτῶν τὴν χρυσόπαστον ἐκείνην ἐσθῆτα καὶ τὸ προσωπεῖον ἀποθέμενος καὶ καταβὰς ἀπὸ τῶν ἐμβατῶν πένης καὶ ταπεινὸς περίεισιν, οὐκέτʼ Ἀγαμέμνων ὁ Ἀτρέως οὐδὲ Κρέων ὁ Μενοικέως, ἀλλὰ Πῶλος Χαρικλέους Σουνιεὺς ὀνομαζόμενος ἢ Σάτυρος Θεογείτονος Μαραθώνιος. τοιαῦτα καὶ τὰ τῶν ἀνθρώπων πράγματά ἐστιν, ὡς τότε μοι ὁρῶντι ἔδοξεν. Φίλος εἰπέ μοι, ὦ Μένιππε, οἱ δὲ τοὺς πολυτελεῖς τούτους καὶ ὑψηλοὺς τάφους ἔχοντες ὑπὲρ γῆς καὶ στήλας καὶ εἰκόνας καὶ ἐπιγράμματα οὐδὲν τιμιώτεροι παρʼ αὐτοῖς εἰσι τῶν ἰδιωτῶν νεκρῶν; Μένιππος ληρεῖς, ὦ οὗτος· εἰ γοῦν ἐθεάσω τὸν Μαύσωλον αὐτόν, — λέγω δὲ τὸν Κᾶρα, τὸν ἐκ τοῦ τάφου περιβόητον — εὖ οἶδα ὅτι οὐκ ἂν ἐπαύσω γελῶν, οὕτω ταπεινὸς ἔρριπτο ἐν παραβύστῳ που λανθάνων ἐν τῷ λοιπῷ δήμῳ τῶν νεκρῶν, ἐμοὶ δοκεῖν, τοσοῦτον ἀπολαύων τοῦ μνήματος, παρʼ ὅσον ἐβαρύνετο τηλικοῦτον ἄχθος ἐπικείμενος· ἐπειδὰν γάρ, ὦ ἑταῖρε, ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον, — δίδωσι δὲ τὸ μέγιστον οὐ πλέον ποδός — ἀνάγκη ἀγαπῶντα κατακεῖσθαι πρὸς τὸ μέτρον συνεσταλμένον. πολλῷ δʼ ἂν οἶμαι μᾶλλον ἐγέλασας, εἰ ἐθεάσω τοὺς παρʼ ἡμῖν βασιλέας καὶ σατράπας πτωχεύοντας παρʼ αὐτοῖς καὶ ἤτοι ταριχοπωλοῦντας ὑπʼ ἀπορίας ἢ τὰ πρῶτα διδάσκοντας γράμματα καὶ ὑπὸ τοῦ τυχόντος ὑβριζομένους καὶ κατὰ κόρρης παιομένους ὥσπερ τῶν ἀνδραπόδων τὰ ἀτιμότατα. Φίλιππον γοῦν τὸν Μακεδόνα ἐγὼ θεασάμενος οὐδὲ κρατεῖν ἐμαυτοῦ δυνατὸς ἦν· ἐδείχθη δέ μοι ἐν γωνίᾳ τινὶ μισθοῦ ἀκούμενος τὰ σαθρὰ τῶν ὑποδημάτων. πολλοὺς δὲ καὶ ἄλλους ἦν ἰδεῖν ἐν ταῖς τριόδοις μεταιτοῦντας, Ξέρξας λέγω καὶ Δαρείους καὶ Πολυκράτας. Φίλος ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν ἄπιστα. τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν; Μένιππος ὁ μὲν Σωκράτης κἀκεῖ περίεισιν διελέγχων ἅπαντας· σύνεστι δʼ αὐτῷ Παλαμήδης καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ εἴ τις ἄλλος λάλος νεκρός. ἔτι μέντοι ἐπεφύσητο αὐτῷ καὶ διῳδήκει ἐκ τῆς φαρμακοποσίας τὰ σκέλη. ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν· ἀκούων δὲ οἰμωζόντων αὐτῶν καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾄδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην. Φίλος ταυτὶ μὲν ἱκανῶς· τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων; Μένιππος εὖ γε ὑπέμνησας· οὐ γὰρ οἶδʼ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου. διατρίβοντος γάρ μου παρʼ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων· ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν. διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων· ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον. Ψήφισμα ἐπειδὴ πολλὰ καὶ παράνομα οἱ πλούσιοι δρῶσι παρὰ τὸν βίον ἁρπάζοντες καὶ βιαζόμενοι καὶ πάντα τρόπον τῶν πενήτων καταφρονοῦντες, δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπειδὰν ἀποθάνωσι, τὰ μὲν σώματα αὐτῶν κολάζεσθαι καθάπερ καὶ τὰ τῶν ἄλλων πονηρῶν, τὰς δὲ ψυχὰς ἀναπεμφθείσας ἄνω εἰς τὸν βίον καταδύεσθαι εἰς τοὺς ὄνους, ἄχρις ἂν ἐν τῷ τοιούτῳ διαγάγωσι μυριάδας ἐτῶν πέντε καὶ εἴκοσιν, ὄνοι ἐξ ὄνων γιγνόμενοι καὶ ἀχθοφοροῦντες καὶ ὑπὸ τῶν πενήτων ἐλαυνόμενοι, τοὐντεῦθεν δὲ λοιπὸν ἐξεῖναι αὐτοῖς ἀποθανεῖν. εἶπε τὴν γνώμην Κρανίων Σκελετίωνος Νεκυσιεὺς φυλῆς Ἀλιβαντίδος. Τούτου ἀναγνωσθέντος τοῦ ψηφίσματος ἐπεψήφισαν μὲν αἱ ἀρχαί, ἐπεχειροτόνησε δὲ τὸ πλῆθος καὶ ἐβριμήσατο ἡ Βριμὼ καὶ ὑλάκτησεν ὁ Κέρβερος· οὕτω γὰρ ἐντελῆ γίγνεται καὶ κύρια τὰ ἐγνωσμένα.