Μένιππος τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη· τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος — ἄγουσι δʼ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω — μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα προτεθέντα Seager, Fritzsche. But compare Horace Carm. i. 27, 23-24: Vix illigatum te triformi Pegasus expediet Chimaera. παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν. Μένιππος ἀποστάντες δὲ ὅμως τοῦ δικαστηρίου πρὸς τὸ κολαστήριον ἀφικνούμεθα. ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ ἰδεῖν· μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν. ἐκολάζοντό τε ἅμα πάντες, βασιλεῖς, δοῦλοι, σατράπαι, πένητες, πλούσιοι, πτωχοί, καὶ μετέμελε πᾶσι τῶν τετολμημένων. ἐνίους δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν ἰδόντες, ὁπόσοι ἦσαν τῶν ἔναγχος τετελευτηκότων· οἱ δὲ ἐνεκαλύπτοντό τε καὶ ἀπεστρέφοντο, εἰ δὲ καὶ προσβλέποιεν, μάλα δουλοπρεπές τι καὶ κολακευτικόν, καὶ ταῦτα πῶς οἴει βαρεῖς ὄντες καὶ ὑπερόπται παρὰ τὸν βίον; τοῖς μέντοι πένησιν ἡμιτέλεια τῶν κακῶν ἐδίδοτο, καὶ διαναπαυόμενοι πάλιν ἐκολάζοντο. καὶ μὴν κἀκεῖνα εἶδον τὰ μυθώδη, τὸν Ἰξίονα καὶ τὸν Σίσυφον καὶ τὸν Φρύγα Τάνταλον, χαλεπῶς γε ἔχοντα, χαλεπῶς γε ἔχοντα Harmon: χαλεπῶς τε ἔχοντα Γ. Not in PN. Fritzsche reads χαλέπʼ ἄλγεʼ ἔχοντα. καὶ τὸν γηγενῆ Τιτυόν, Ἡράκλεις ὅσος· ἔκειτο γοῦν τόπον ἐπέχων ἀγροῦ.