<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="11"><sp><speaker>Μένιππος</speaker><p rend="merge)"> ἐπεὶ δὲ ἦμεν ἐν τῷ σκότῳ, προῄει μὲν ὁ Μιθροβαρζάνης, εἱπόμην δὲ ἐγὼ κατόπιν ἐχόμενος αὐτοῦ, ἕως πρὸς λειμῶνα μέγιστον ἀφικνούμεθα τῷ ἀσφοδέλῳ κατάφυτον, ἔνθα δὴ περιεπέτοντο ἡμᾶς τετριγυῖαι τῶν νεκρῶν αἱ σκιαί. κατʼ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνωος δικαστήριον· ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ Ἐρινύες καὶ Ἀλάστορες. ἑτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς, ἁλύσει μακρᾷ δεδεμένοι· ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ. χωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροί, κλοιὸν ἕκαστος αὐτῶν καὶ κόρακα διτάλαντον ἐπικείμενος. ἐφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν <corr>ἀπολογουμένων·</corr> κατηγόρουν δὲ αὐτῶν καινοί τινες καὶ παράδοξοι ῥήτορες.  </p></sp><pb n="v.4.p.92"/><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> τίνες οὗτοι, πρὸς <corr>Διός;</corr> μὴ γὰρ ὀκνήσῃς καὶ τοῦτο εἰπεῖν. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οἶσθά που ταυτασὶ τὰς πρὸς τὸν ἥλιον ἀποτελουμένας σκιὰς ὑπὸ τῶν σωμάτων; </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> αὗται τοίνυν, ἐπειδὰν ἀποθάνωμεν, κατηγοροῦσί τε καὶ καταμαρτυροῦσι καὶ διελέγχουσι τὰ πεπραγμένα ἡμῖν παρὰ τὸν βίον, καὶ σφόδρα τινὲς ἀξιόπιστοι δοκοῦσιν ἅτε ἀεὶ συνοῦσαι καὶ μηδέποτε ἀφιστάμεναι τῶν σωμάτων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="12"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent) ; merge"> ὁ δʼ οὖν Μίνως ἐπιμελῶς ἐξετάζων ἀπέπεμπεν ἕκαστον εἰς τὸν τῶν ἀσεβῶν χῶρον δίκην ὑφέξοντα κατʼ ἀξίαν τῶν τετολμημένων, καὶ μάλιστα ἐκείνων ἥπτετο τῶν ἐπὶ πλούτοις τε καὶ ἀρχαῖς τετυφωμένων καὶ μονονουχὶ καὶ προσκυνεῖσθαι περιμενόντων, τήν τε ὀλιγοχρόνιον ἀλαζονείαν αὐτῶν καὶ τὴν ὑπεροψίαν μυσαττόμενος, καὶ ὅτι μὴ ἐμέμνηντο θνητοί τε ὄντες αὐτοὶ καὶ θνητῶν ἀγαθῶν <corr>τετυχηκότες.</corr> οἳ δὲ ἀποδυσάμενοι τὰ λαμπρὰ ἐκεῖνα πάντα, πλούτους λέγω καὶ γένη καὶ δυναστείας, γυμνοὶ κάτω νενευκότες παρειστήκεσαν ὥσπερ τινὰ ὄνειρον ἀναπεμπαζόμενοι τὴν παρʼ ἡμῖν <corr>εὐδαιμονίαν·</corr> ὥστʼ ἔγωγε ταῦτα ὁρῶν ὑπερέχαιρον καὶ εἴ τινα γνωρίσαιμι αὐτῶν, προσιὼν ἂν ἡσυχῇ πως ὑπεμίμνησκον οἷος ἦν παρὰ τὸν βίον καὶ ἡλίκον ἐφύσα τότε, ἡνίκα <pb n="v.4.p.94"/> πολλοὶ μὲν ἕωθεν ἐπὶ τῶν πυλώνων παρειστήκεσαν τὴν πρόοδον αὐτοῦ περιμένοντες ὠθούμενοί τε καὶ ἀποκλειόμενοι πρὸς τῶν <corr>οἰκετῶν·</corr> ὁ δὲ μόλις ἄν ποτε ἀνατείλας αὐτοῖς πορφυροῦς τις ἢ περίχρυσος ἢ διαποίκιλος εὐδαίμονας ᾤετο καὶ μακαρίους ἀποφαίνειν τοὺς προσειπόντας, εἰ<note xml:lang="mul" type="footnote" n="v.4.p.94.n.1">εἰ Dindorf: ἢ β, ἢν γ.</note> τὸ στῆθος ἢ τὴν δεξιὰν προτείνων δοίη καταφιλεῖν. ἐκεῖνοι μὲν οὖν ἠνιῶντο ἀκούοντες.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="13"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent) ; merge">τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη· τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος — ἄγουσι δʼ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω — μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα<note xml:lang="mul" type="footnote" n="v.4.p.94.n.2">προτεθέντα Seager, Fritzsche. But compare Horace Carm. i. 27, 23-24: Vix illigatum te triformi Pegasus expediet Chimaera.</note> παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="14"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent) ; merge">ἀποστάντες δὲ ὅμως τοῦ δικαστηρίου πρὸς τὸ κολαστήριον ἀφικνούμεθα. ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ <corr>ἰδεῖν·</corr> μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν. ἐκολάζοντό τε ἅμα πάντες, βασιλεῖς, δοῦλοι, σατράπαι, πένητες, πλούσιοι, πτωχοί, καὶ μετέμελε πᾶσι τῶν τετολμημένων. ἐνίους δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν <pb n="v.4.p.96"/> ἰδόντες, ὁπόσοι ἦσαν τῶν ἔναγχος <corr>τετελευτηκότων·</corr> οἱ δὲ ἐνεκαλύπτοντό τε καὶ ἀπεστρέφοντο, εἰ δὲ καὶ προσβλέποιεν, μάλα δουλοπρεπές τι καὶ κολακευτικόν, καὶ ταῦτα πῶς οἴει βαρεῖς ὄντες καὶ ὑπερόπται παρὰ τὸν βίον; τοῖς μέντοι πένησιν ἡμιτέλεια τῶν κακῶν ἐδίδοτο, καὶ διαναπαυόμενοι πάλιν ἐκολάζοντο. καὶ μὴν κἀκεῖνα εἶδον τὰ μυθώδη, τὸν Ἰξίονα καὶ τὸν Σίσυφον καὶ τὸν Φρύγα Τάνταλον, χαλεπῶς γε ἔχοντα,<note xml:lang="mul" type="footnote" n="v.4.p.96.n.1">χαλεπῶς γε ἔχοντα Harmon: χαλεπῶς τε ἔχοντα Γ. Not in PN. Fritzsche reads χαλέπʼ ἄλγεʼ ἔχοντα.</note> καὶ τὸν γηγενῆ Τιτυόν, Ἡράκλεις ὅσος· ἔκειτο γοῦν τόπον ἐπέχων ἀγροῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="15"><sp><speaker>Μένιππος</speaker><p rend="align(indent) ; merge">διελθόντες δὲ καὶ τούτους εἰς τὸ πεδίον εἰσβάλλομεν τὸ Ἀχερούσιον, εὑρίσκομέν τε αὐτόθι τοὺς ἡμιθέους τε καὶ τὰς ἡρωΐνας καὶ τὸν ἄλλον ὅμιλον τῶν νεκρῶν κατὰ ἔθνη καὶ κατὰ φῦλα διαιτωμένους, τοὺς μὲν παλαιούς τινας καὶ εὐρωτιῶντας καὶ ὥς φησιν Ὅμηρος, ἀμενηνούς, τοὺς δʼ ἔτι νεαλεῖς καὶ συνεστηκότας, καὶ μάλιστα τοὺς Αἰγυπτίους αὐτῶν διὰ τὸ πολυαρκὲς τῆς ταριχείας. τὸ μέντοι διαγιγνώσκειν ἕκαστον οὐ πάνυ τι ἦν <corr>ῥᾴδιον·</corr> ἅπαντες γὰρ ἀτεχνῶς ἀλλήλοις γίγνονται ὅμοιοι τῶν ὀστῶν γεγυμνωμένων. πλὴν ἀλλὰ μόγις τε καὶ διὰ πολλοῦ ἀναθεωροῦντες αὐτοὺς ἐγιγνώσκομεν. ἔκειντο δʼ ἐπʼ ἀλλήλοις ἀμαυροὶ καὶ ἄσημοι καὶ οὐδὲν ἔτι τῶν παρʼ ἡμῖν καλῶν φυλάττοντες. ἀμέλει πολλῶν ἐν ταὐτῷ σκελετῶν κειμένων καὶ πάντων ὁμοίως φοβερόν τι καὶ διάκενον δεδορκότων καὶ γυμνοὺς τοὺς ὀδόντας <pb n="v.4.p.98"/> προφαινόντων, ἠπόρουν πρὸς ἐμαυτὸν ᾧτινι διακρίναιμι τὸν Θερσίτην ἀπὸ τοῦ καλοῦ Νιρέως ἢ τὸν μεταίτην Ἶρον ἀπὸ τοῦ Φαιάκων βασιλέως ἢ Πυρρίαν τὸν μάγειρον ἀπὸ τοῦ Ἀγαμέμνονος. οὐδὲν γὰρ ἔτι τῶν παλαιῶν γνωρισμάτων αὐτοῖς παρέμενεν, ἀλλʼ ὅμοια τὰ ὀστᾶ ἦν, ἄδηλα καὶ ἀνεπίγραφα καὶ ὑπʼ οὐδενὸς ἔτι διακρίνεσθαι δυνάμενα.</p></sp></div></div></body></text></TEI>