<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="1"><sp><speaker>Μένιππος</speaker><l>ὦ χαῖρε μέλαθρον <corr>πρόπυλά</corr> θʼ ἑστίας ἐμῆς,</l><l>ὡς <corr>ἄσμενός</corr> <corr>ς’</corr> ἐσεῖδον ἐς φάος μολών.</l></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων; οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω· Μένιππος ὅλος.<note xml:lang="mul" type="footnote" n="v.4.p.72.n.1">ὅλος Graevius: Μενίππους ὅλους γβ.</note> τί οὖν αὐτῷ βούλεται τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ; πλὴν ἀλλὰ προσιτέον γε αὐτῷ. χαῖρε, ὦ Μένιππε· πόθεν ἡμῖν ἀφῖξαι; πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει.<note xml:lang="mul" type="footnote" n="v.4.p.72.n.2">πόλει Cf. Dial. Meretr. 10. 1.: οὐ γὰρ ἑωρακα πολὺς ἤδη χρόνοι αὐτὸν παρ' ὑμῖν.</note> </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ <corr>Ἅιδης</corr> χωρὶς ᾤκισται θεῶν. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν;  </p></sp><pb n="v.4.p.74"/><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> οὔκ, ἀλλʼ ἔτʼ ἔμπνουν Ἀΐδης μʼ ἐδέξατο. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας; </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> νεότης μʼ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ <corr>στολή;</corr> τί σοι τῆς κάτω πορείας ἐδέησεν; ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)">ὦ φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον <corr>Θηβαίου</corr> Τειρεσίαο. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> οὗτος, ἀλλʼ ἦ <corr>παραπαίεις·</corr> οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> μὴ θαυμάσῃς, ὦ ἑταῖρε· νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδʼ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ  τὸ στόμα ἔρχεται. </p></sp></div><pb n="v.4.p.76"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg035.perseus-grc2" n="2"><sp><speaker>Μένιππος</speaker><p rend="merge"><corr>ἀτὰρ</corr> εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει; </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> καινὸν οὐδέν, ἀλλʼ οἷα καὶ πρὸ τοῦ· ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> ἄθλιοι καὶ κακοδαίμονες· οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> τί φής; δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε; </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> νὴ Δία, καὶ πολλά γε· ἀλλʼ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος. </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί· πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τά τʼ ἄλλα καὶ πρὸς μεμυημένον. </p></sp><sp><speaker>Μένιππος</speaker><p rend="align(indent)"> χαλεπὸν μὲν ἐπιτάττεις τὸ ἐπίταγμα καὶ οὐ πάντῃ <corr>εὐσεβές·</corr> πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους <pb n="v.4.p.78"/> καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας — </p></sp><sp><speaker>Φίλος</speaker><p rend="align(indent)"> μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστʼ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δʼ ὁ τῆς πορείας ἡγεμών, εἶθʼ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρʼ αὐτοῖς· εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν. </p></sp></div></div></body></text></TEI>