<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="6"><p rend="align(indent)"> ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ <corr>ἂν</corr> φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ἢ ὑπὸ γήρως ἢ ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι. φέρʼ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα· εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ <pb n="v.3.p.424"/> πονήσαντα μηδὲ καμόντα ἕτοιμον ἀργύριον λαβεῖν. τὸ δʼ ἐστὶ καὶ ῥηθῆναι κατʼ ἀξίαν <corr>ἀδύνατον·</corr> τοσαῦτα πονοῦσιν καὶ κάμνουσιν ἐν ταῖς συνουσίαις, ὥστε πλείονος ἐνταῦθα καὶ ἐπὶ τοῦτο μάλιστα τῆς ὑγιείας δεῖσθαι, μυρίων ὄντων ὁσημέραι τῶν ἐπιτριβόντων τὸ σῶμα καὶ πρὸς ἐσχάτην ἀπόγνωσιν καταπονούντων. λέξομεν δὲ αὐτὰ ἐν τῷ προσήκοντι καιρῷ, ἐπειδὰν καὶ τὰς ἄλλας αὐτῶν δυσχερείας διεξίωμεν· τὸ δὲ νῦν εἶναι ἱκανὸν ἦν ὑποδεῖξαι ὡς οὐδʼ οἱ διὰ ταύτην λέγοντες αὑτοὺς ἀποδίδοσθαι τὴν πρόφασιν ἀληθεύοιεν ἄν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="7"><p rend="align(indent)"> λοιπὸν δὴ καὶ ἀληθέστατον μέν, ἥκιστα δὲ πρὸς αὐτῶν λεγόμενον, ἡδονῆς ἕνεκα καὶ τῶν πολλῶν καὶ ἀθρόων ἐλπίδων εἰσπηδᾶν αὐτοὺς εἰς τὰς οἰκίας, καταπλαγέντας μὲν τὸ πλῆθος τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, εὐδαιμονήσαντας δὲ ἐπὶ τοῖς δείπνοις καὶ τῇ ἄλλῃ τρυφῇ, ἐλπίσαντας δὲ ὅσον αὐτίκα χανδὸν οὐδενὸς ἐπιστομίζοντος πίεσθαι τοῦ χρυσίου. ταῦτα ὑπάγει αὐτοὺς καὶ δούλους ἀντὶ ἐλευθέρων τίθησιν — οὐχ ἡ τῶν ἀναγκαίων χρεία, ἣν ἔφασκον, ἀλλʼ ἡ τῶν οὐκ ἀναγκαίων ἐπιθυμία καὶ ὁ τῶν πολλῶν καὶ πολυτελῶν ἐκείνων ζῆλος. τοιγαροῦν ὥσπερ δυσέρωτας αὐτοὺς καὶ κακοδαίμονας ἐραστὰς ἔντεχνοί τινες καὶ τρίβωνες ἐρώμενοι παραλαβόντες ὑπεροπτικῶς περιέπουσιν, ὅπως ἀεὶ ἐρασθήσονται αὐτῶν θεραπεύοντες, ἀπολαῦσαι δὲ τῶν παιδικῶν ἀλλʼ οὐδὲ μέχρι φιλήματος ἄκρου μεταδιδόντες· ἴσασι γὰρ ἐν τῷ τυχεῖν τὴν διάλυσιν τοῦ ἔρωτος γενησομένην. ταύτην οὖν ἀποκλείουσιν καὶ ζηλοτύπως <corr>φυλάττουσιν·</corr> τὰ δὲ ἄλλα ἐπʼ ἐλπίδος ἀεὶ τὸν ἐραστὴν ἔχουσιν. δεδίασι γὰρ μὴ αὐτὸν ἡ <pb n="v.3.p.426"/> ἀπόγνωσις ἀπαγάγῃ τῆς ἄγαν ἐπιθυμίας καὶ ἀνέραστος αὐτοῖς γένηται· προσμειδιῶσιν οὖν καὶ ὑπισχνοῦνται καὶ ἀεὶ εὖ<note xml:lang="mul" type="footnote" n="v.3.p.426.n.1">εὖ Bekker: not in MSS.</note> ποιήσουσι καὶ χαριοῦνται καὶ ἐπιμελήσονται πολυτελῶς. εἶτʼ ἔλαθον ἄμφω γηράσαντες, ἔξωροι γενόμενοι καὶ οὗτος τοῦ ἐρᾶν κἀκεῖνος τοῦ μεταδιδόναι. πέπρακται δʼ οὖν αὐτοῖς οὐδὲν ἐν ἅπαντι τῷ βίῳ πέρα τῆς ἐλπίδος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="8"><p rend="align(indent)"> τὸ μὲν δὴ διʼ ἡδονῆς ἐπιθυμίαν ἅπαντα ὑπομένειν οὐ πάνυ ἴσως ὑπαίτιον, ἀλλὰ συγγνώμη εἴ τις ἡδονῇ χαίρει καὶ τοῦτο ἐξ ἅπαντος θεραπεύει ὅπως μεθέξει αὐτῆς. καίτοι αἰσχρὸν ἴσως καὶ ἀνδραποδῶδες ἀποδόσθαι διὰ ταύτην <corr>ἑαυτόν·</corr> πολὺ γὰρ ἡδίων ἡ ἐκ τῆς ἐλευθερίας ἡδονή. ὅμως δʼ οὖν ἐχέτω τινὰ συγγνώμην αὐτοῖς, εἰ ἐπιτυγχάνοιτο· τὸ δὲ διʼ ἡδονῆς ἐλπίδα μόνον πολλὰς ἀηδίας ὑπομένειν γελοῖον οἶμαι καὶ ἀνόητον, καὶ ταῦτα ὁρῶντας ὡς οἱ μὲν πόνοι σαφεῖς καὶ πρόδηλοι καὶ ἀναγκαῖοι, τὸ δὲ ἐλπιζόμενον ἐκεῖνο, ὁτιδήποτέ ἐστιν τὸ ἡδύ, οὔτε ἐγένετό πω τοσούτου χρόνου, προσέτι δὲ οὐδὲ γενήσεσθαι ἔοικεν, εἴ τις ἐκ τῆς ἀληθείας λογίζοιτο. οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων <corr>κατεφρόνουν·</corr> ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης. τὸ δὲ λιμῷ συνόντα παρεστῶτα ἄλλῳ τοῦ λωτοῦ ἐμφορουμένῳ μηδὲν <pb n="v.3.p.428"/> μεταδιδόντι ὑπὸ ἐλπίδος μόνης τοῦ κἂν αὐτὸν παραγεύσασθαί ποτε δεδέσθαι, τῶν καλῶς καὶ ὀρθῶς ἐχόντων ἐπιλελησμένον, <corr>Ἡράκλεις,</corr> ὡς καταγέλαστον καὶ πληγῶν τινων Ὁμηρικῶν ὡς ἀληθῶς δεόμενον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="9"><p rend="align(indent)"> τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφʼ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν, ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν· εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν, ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg033.perseus-grc2" n="10"><p rend="align(indent)"> τοιαύτης δὲ αὐτοῖς τῆς ὑποθέσεως οὔσης, φέρε ἤδη πρὸς ἡμᾶς αὐτοὺς ἐπισκοπήσωμεν οἷα μὲν πρὸ τοῦ εἰσδεχθῆναι καὶ τυχεῖν ὑπομένουσιν, οἷα δὲ ἐν αὐτῷ ἤδη ὄντες πάσχουσιν, ἐπὶ πᾶσι δὲ ἥτις αὐτοῖς ἡ καταστροφὴ τοῦ δράματος γίγνεται. οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἐστιν, ὡς εἰ καὶ πονηρὰ ταῦτα, εὔληπτα γοῦν καὶ οὐ πολλοῦ δεήσει τοῦ πόνου, ἀλλὰ θελῆσαι δεῖ μόνον, εἶτά σοι πέπρακται τὸ πᾶν εὐμαρῶς· ἀλλὰ πολλῆς μὲν τῆς διαδρομῆς δεῖ,<note xml:lang="mul" type="footnote" n="v.3.p.428.n.1">δεῖ ς, du Soul: not in best MSS.</note> συνεχοῦς δὲ τῆς θυραυλίας, ἕωθέν τε ἐξανιστάμενον περιμένειν ὠθούμενον καὶ ἀποκλειόμενον καὶ ἀναίσχυντον ἐνίοτε <pb n="v.3.p.430"/> καὶ ὀχληρὸν δοκοῦντα καὶ ὑπὸ θυρωρῷ κακῶς συρίζοντι καὶ ὀνομακλήτορι Λιβυκῷ ταττόμενον καὶ μισθὸν τελοῦντα τῆς μνήμης τοῦ ὀνόματος. καὶ μὴν καὶ ἐσθῆτος ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐπιμεληθῆναι χρὴ πρὸς τὸ τοῦ θεραπευομένου ἀξίωμα, καὶ χρώματα αἱρεῖσθαι οἷς ἂν ἐκεῖνος ἥδηται, ὡς μὴ ἀπᾴδῃς μηδὲ προσκρούῃς βλεπόμενος, καὶ φιλοπόνως ἕπεσθαι, μᾶλλον δὲ ἡγεῖσθαι, ὑπὸ τῶν οἰκετῶν προωθούμενον καὶ ὥσπερ τινὰ πομπὴν ἀναπληροῦντα.</p><p rend="align(indent)"> ὁ δὲ οὐδὲ προσβλέπει πολλῶν ἑξῆς ἡμερῶν. </p></div></div></body></text></TEI>