ἢν δέ ποτε καὶ τὰ ἄριστα πράξῃς, καὶ ἴδῃ σε καὶ προσκαλέσας ἔρηταί τι ὧν ἂν τύχῃ, τότε δὴ τότε πολὺς μὲν ὁ ἱδρώς, ἀθρόος δὲ ὁ ἴλιγγος καὶ τρόμος ἄκαιρος καὶ γέλως τῶν παρόντων ἐπὶ τῇ ἀπορίᾳ. καὶ πολλάκις ἀποκρίνασθαι δέον, τίς ἦν ὁ βασιλεὺς τῶν Ἀχαιῶν, ὅτι χίλιαι νῆες ἦσαν αὐτοῖς, λέγεις. τοῦτο οἱ μὲν χρηστοὶ αἰδῶ ἐκάλεσαν, οἱ δὲ τολμηροὶ δειλίαν, οἱ δὲ κακοήθεις ἀπαιδευσίαν. σὺ δʼ οὖν ἐπισφαλεστάτης πειραθεὶς τῆς πρώτης φιλοφροσύνης ἀπῆλθες καταδικάσας σεαυτοῦ πολλὴν τὴν ἀπόγνωσιν. ἐπειδὰν δὲ πολλὰς μὲν ἀΰπνους νύκτας ἰαύσῃς ἤματα δʼ αἱματόεντα διαγάγῃς, οὐ μὰ Δία τῆς Ἑλένης ἕνεκα οὐδὲ τῶν Πριάμου Περγάμων, ἀλλὰ τῶν ἐλπιζομένων πέντε ὀβολῶν, τύχῃς δὲ καὶ τραγικοῦ τινος θεοῦ συνιστάντος, ἐξέτασις τοὐντεῦθεν εἰ οἶσθα τὰ μαθήματα. καὶ τῷ μὲν πλουσίῳ ἡ διατριβὴ οὐκ ἀηδὴς ἐπαινουμένῳ καὶ εὐδαιμονιζομένῳ, σοὶ δὲ ὁ ὑπὲρ τῆς ψυχῆς ἀγὼν καὶ ὑπὲρ ἅπαντος τοῦ βίου τότε προκεῖσθαι δοκεῖ· ὑπεισέρχεται γὰρ εἰκότως τὸ μηδʼ ὑπʼ ἄλλου ἂν καταδεχθῆναι πρὸς τοῦ προτέρου ἀποβληθέντα καὶ δόξαντα εἶναι ἀδόκιμον. ἀνάγκη τοίνυν εἰς μυρία διαιρεθῆναι τότε, τοῖς μὲν ἀντεξεταζομένοις φθονοῦντα, — τίθει γὰρ καὶ ἄλλους εἶναι τῶν αὐτῶν ἀντιποιουμένους — αὐτὸν δὲ πάντα ἐνδεῶς εἰρηκέναι νομίζοντα, φοβούμενον δὲ καὶ ἐλπίζοντα καὶ πρὸς τὸ ἐκείνου πρόσωπον ἀτενίζοντα καὶ εἰ μὲν ἐκφαυλίζοι τι τῶν λεγομένων, ἀπολλύμενον, εἰ δὲ μειδιῶν ἀκούοι, γεγηθότα καὶ εὔελπιν καθιστάμενον. εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή. μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας. Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάντα εὐχῆς du Soul: εὐτυχὴς (—ῆς, —εῖς) MSS. εὐχῆς μειζόνως· αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ τῶν φίλων οἱ ἐντιμότατοι καὶ οἷς μάλιστα πιστεύει τὰ τοιαῦτα οὐκ ἀπέτρεψαν· ἔτι δὲ καὶ ἡ γυνὴ βούλεται, οὐκ ἀντιλέγει δὲ οὔτε ὁ ἐπίτροπος οὔτε ὁ οἰκονόμος· οὐδέ τις ἐμέμψατό σου τὸν βίον, ἀλλὰ πάντα ἵλεω καὶ πανταχόθεν αἴσια τὰ ἱερά. κεκράτηκας οὖν, ὦ μακάριε, καὶ ἔστεψαι τὰ Ὀλύμπια, μᾶλλον δὲ Βαβυλῶνα εἴληφας ἢ τὴν Σάρδεων ἀκρόπολιν καθῄρηκας, καὶ ἕξεις τὸ τῆς Ἀμαλθείας κέρας καὶ ἀμέλξεις ὀρνίθων γάλα. δεῖ δή σοι ἀντὶ τῶν τοσούτων πόνων μέγιστα ἡλίκα γενέσθαι τἀγαθά, ἵνα μὴ φύλλινος μόνον ὁ στέφανος ᾖ, καὶ τόν τε μισθὸν οὐκ εὐκαταφρόνητον ὁρισθῆναι καὶ τοῦτον ἐν καιρῷ τῆς χρείας ἀπραγμόνως ἀποδίδοσθαι καὶ τὴν ἄλλην τιμὴν ὑπὲρ τοὺς πολλοὺς ὑπάρχειν, πόνων δὲ ἐκείνων καὶ πηλοῦ καὶ δρόμων καὶ ἀγρυπνιῶν ἀναπεπαῦσθαι, καὶ τοῦτο δὴ τὸ τῆς εὐχῆς, ἀποτείναντα τὼ πόδε καθεύδειν, μόνα ἐκεῖνα πράττοντα ὧν ἕνεκα τὴν ἀρχὴν παρελήφθης καὶ ὧν ἔμμισθος εἶ. ἐχρῆν μὲν οὕτως, ὦ Τιμόκλεις, καὶ οὐδὲν ἂν ἦν μέγα κακὸν ὑποκύψαντα φέρειν τὸν ζυγὸν ἐλαφρόν τε καὶ εὔφορον καὶ τὸ μέγιστον, ἐπίχρυσον ὄντα. ἀλλὰ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς δεῖ· μυρία γάρ ἐστιν ἀφόρητα ἐλευθέρῳ ἀνδρὶ ἐν αὐταῖς ἤδη ταῖς συνουσίαις γιγνόμενα. σκέψαι δὲ αὐτὸς ἑξῆς τὰ ἐξῆς? ἐξῆς ἕκαστα Fritzsche. ἀκούων, εἴ τις ἂν αὐτὰ ὑπομεῖναι δύναιτο παιδείᾳ κἂν ἐπʼ ἐλάχιστον ὡμιληκώς. ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου, ἢν δοκῇ, ὅ σε εἰκὸς δειπνήσειν τὰ προτέλεια τῆς μελλούσης συνουσίας. εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς· ὁ δὲ ἀκκισάμενος καί, ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ; καί, Ἡράκλεις, μὴ γένοιτο, ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών. σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο· ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν. αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων. σὺ δʼ ὥσπερ εἰς εἰς Coraes not in MSS. τοῦ Διὸς τὸν οἶκον παρελθὼν πάντα τεθαύμακας καὶ ἐφʼ ἑκάστῳ τῶν πραττομένων μετέωρος εἶ· ξένα γάρ σοι καὶ ἄγνωστα πάντα· καὶ ἥ τε οἰκετεία εἰς σὲ ἀποβλέπει καὶ τῶν παρόντων ἕκαστος ὅ τι πράξεις ἐπιτηροῦσιν, οὐδὲ αὐτῷ δὲ ἀμελὲς τῷ πλουσίῳ τοῦτο, ἀλλὰ καὶ προεῖπέ τισι τῶν οἰκετῶν ἐπισκοπεῖν εἴ πως εἴ πως Fritzsche: ὅπως MSS. adding εἰ before πολλάκις. εἰς τοὺς παῖδας ἢ εἰς τὴν γυναῖκα πολλάκις ἐκ περιωπῆς ἀποβλέψεις. οἱ μὲν γὰρ τῶν συνδείπνων ἀκόλουθοι ὁρῶντες ἐκπεπληγμένον εἰς τὴν ἀπειρίαν τῶν δρωμένων ἀποσκώπτουσι, τεκμήριον τεκμήριον Cobet: τεκμήριον ποιούμενοι MSS. τοῦ μὴ παρʼ ἄλλῳ πρότερόν σε δεδειπνηκέναι τὸ καινὸν εἶναί σοι τὸ χειρόμακτρον τιθέμενοι. ὥσπερ οὖν εἰκός, ἰδίειν τε ἀνάγκη ὑπʼ ἀπορίας καὶ μήτε διψῶντα πιεῖν αἰτεῖν τολμᾶν, μὴ δόξῃς οἰνόφλυξ τις εἶναι, μήτε τῶν ὄψων παρατεθέντων ποικίλων καὶ πρός τινα τάξιν ἐσκευασμένων εἰδέναι ἐφʼ ὅ τι πρῶτον ἢ δεύτερον τὴν χεῖρα ἐνέγκῃς· ὑποβλέπειν οὖν εἰς τὸν πλησίον δεήσει κἀκεῖνον ζηλοῦν καὶ μανθάνειν τοῦ δείπνου τὴν ἀκολουθίαν.