<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" n="7"><sp><speaker>Ἑρμῆς</speaker><p rend="merge">χαῖρε, ὦ βουκόλε. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> νὴ καὶ σύ γε, ὦ νεανίσκε. τίς <corr>δὲ</corr> ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί.  </p></sp><pb n="v.3.p.394"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλʼ οὐ <corr>γυναῖκές</corr> εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ <corr>Ζεύς</corr> — ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους <corr>αὐτῶν·</corr> <q>ἐπεὶ γάρ,</q> φησί, <q>καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω.</q> τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> φέρʼ ἴδω τί καὶ βούλεται. <q>ἡ καλή,</q> φησίν, <q>λαβέτω.</q> πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ <corr>ἀστικῶν·</corr> τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ<note xml:lang="mul" type="footnote" n="v.3.p.394.n.1">ἡ Fritzsche: ἦι γβ.</note> καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην· </p></sp></div></div></body></text></TEI>