Ἑρμῆς χαῖρε, ὦ βουκόλε. Πάρις νὴ καὶ σύ γε, ὦ νεανίσκε. τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί. Ἑρμῆς ἀλλʼ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεύς — ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· ἐπεὶ γάρ, φησί, καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω. τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον. Πάρις φέρʼ ἴδω τί καὶ βούλεται. ἡ καλή, φησίν, λαβέτω. πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ ἡ Fritzsche: ἦι γβ. καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην·